Capítulo 25 de 48
· 25
ποιὲν περὶ αὐτοῦ πρὸς τὸν βασιλέα. — Stob. Floril. 33, 10 (Vol. I p. 680 Hense). Ζήνων, ᾿Αἀντιγόνου πρέσβεις "4Owvott πέμψαντος. κληϑεὶς ὑπ᾽ αὐτῶν σὺν ἄλλοις φιλοσόφοις ἐπὶ δεῖπνον, κἀκείνων παρὰ πότον σπευδόντων ἐπιδείκνυσθαι τὴν αὑτῶν ἕξιν, αὐτὸς ἐσίγα. τῶν δὲ πρέσβεων ζητούντων τί ἀπαγγείλωσι περὶ αὐτοῦ πρὸς ᾿Αντίγονον, τοῦτ᾽ αὐτό,“ ἔφη,..ὃ βλέπετε.“ δυσκρατέστατον γὰρ πάντων ὃ λόγος. — Plutarchus de garrul 4 p. 504a. ᾿ἀϑήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήϑη σπουδάξουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους" χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμ- βολὰς ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησά- uévo,. καὶ προπιόντες οὗ ξένοι «περὶ σοῦ δὲ τί χρὴ λέγειν, ἔφασαν, ὦ Ζήνων, τῷ βασιλεῖ; κἀκεῖνος,,UAAo μηδέν, εἶπεν, ἢ ὅτι πρεσβύ- της ἐστὶν ἐν ᾿ἀϑήναις παρὰ πότον σιωπᾶν δυνάμενος“ (Theodor. Me- toch. p. 334, Kiessling. adfert Pearson).
2385 Athenaeus 11 55 F. διὸ καὶ Ζήνων ὁ Κιτιεύς, σκληρὸς àv καὶ πάνυ ϑυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος᾽ πρὸς τοὺς πυνϑανομένους οὖν τοῦ τρό- που τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς ϑέρμοις πάσχειν" καὶ yàg ἐκεί- vovg πρὶν διαβραχῆναι πικροτάτους εἷναι, ποτισϑέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους. — Galenus de anim. mor. 9 (Vol IV p. {{1 K). καὶ Ζήνων, ὥς φασιν, ἔλεγεν ὅτι, καϑάπερ οἵ πικροὶ ϑέρμοι βρεχό- μενοι τῷ ὕδατι γλυκεῖς γίνονται. οὕτω καὶ αὑτὸν ὑπ᾽ οἴνου διατί- ϑεσϑαι. --- Eustathius ad Hom. Od. p 293 p. 1910, 42. Ζήνων οὖν, φασίν, ὃ Κιτιεύς, σκληρὸς ἄλλως ὧν πρὸς τοὺς συνήϑειςρ, ὅμως εἰ πλεῖον οἴνου σπάσειε, ἡδὺς ἐγίνετο καὶ μείλιχος, λέγων ταὐτόν τι τοῖς ϑέρμοις πάσχειν, οἱ πικρότερον ὄντες πρὶν διαβραχῆναι., ποτι- σϑέντες γλυκεῖς γίνονται καὶ προδηνέόστεροι. --- Diogenes Laért. VII 26. ἐρωτηϑεὶς διὰ τί αὐστηρὸς Qv ἐν τῷ πότῳ διαχεῖται ἔφη..καὶ οἱ ϑέρμοι πικροὶ ὄντες βρεχόμενοι γλυκαίνονται."
286 Diogenes Laért. VIL 11. ἐρωτικῶς δὲ διακείμενος Χρεμωνί- δου, παρακαϑιξόντων αὐτοῦ τε καὶ Κλεάνϑους, ἀνέστη. ϑαυμάξοντος δὲ τοῦ Κλεάνϑους ἔφη x«l τῶν ἰατρῶν ἀκούω τῶν ἀγαϑῶν, κρά- τιστον εἶναι φάρμακον πρὸς τὰ φλεγμαίνοντα ἡσυχίαν."
287 Musonius περὶ τροφῆς ap. Stob. Floril. 17, 42 (Vol. I p. 506 Hense) Ζήνων δὲ ὁ Κιτιεὺς οὐδὲ νοσῶν devo δεῖν τροφὴν προσ- φέρεσϑαι τρυφερωτέραν, ἀλλ᾽ ἐπεὶ ὁ ϑεραπεύων ἰατρὸς ἐκέλευεν αὐ- τὸν φαγεῖν νεοττὸν περιστερᾶς, οὐκ ἀνασχόμενος, ὧς Μάνην," ἔφη, »u& ϑεράπευε.“ ἠξίου γὰρ οἶμαι μηδὲν μαλακώτερον ἐν τῇ ϑεραπείᾳ γίνεσϑαι αὐτῷ ἢ τῶν δούλων τινὶ νοσοῦντι.
288 Diogenes Laért. VII 28, 29. ἐτελεύτα δὴ οὕτως. ἐκ τῆς σχολῆς ἀπιὼν προσέπταισε καὶ τὸν δάκτυλον περιέρρηξε. παίσας δὲ τὴν γῆν τῇ χειρί, φησὶ τὸ &x τῆς Νιόβης,
ἔρχομαι, τί μ᾽ αὔεις:; καὶ παραχρῆμα ἐτελεύτησεν, ἀποπνίξας ἑαυτόν. — Stobaeus Floril. VII 44 (Vol.I p. 321 Hense) Ζήνων, ὡς ἤδη γέρων ὧν πταίσας κατέπεσεν, ἔρχομαι,“ εἶπε, ví μὲ αὔεις;““ καὶ εἰσελϑὼν ἑαυτὸν ἐξή- γαγεν. — Lucianus Macrob. 19. Ζήνων δέ... ὅν ges εἰσερχόμενον εἷς τὴν ἐχκλησίαν καὶ προσπταίσαντα ἀναφϑέγξασϑαι vi μὲ Bog; καὶ ὑποστρέψαντα οἴκαδε καὶ ἀποσχόμενον τροφῆς τελευτῆσαι τὸν βίον.
289 Aelianus Var. Hist. IX 26. Ζήνωνα τὸν Κιτιέα δι᾽ αἰδοῦς ἄγαν καὶ σπουδῆς ἦγεν ᾿ἀντίγονος ὃ βασιλεύς. καί ποτὲ οὖν ὑπερ- πλησϑεὶς οἴνου ἐπεκώμαδε τῷ Ζήνωνι, καὶ φιλῶν αὐτὸν καὶ περυβάλ- λων ἅτε ἔξοινος (v, ἠξίου τι αὐτὸν προστάξαι, ὀμνὺς καὶ νεανιευόμε- vog σὺν ὅρχῳ, μὴ ἀτυχήσειν τῆς αἰτήσεως. ὃ δὲ λέγει αὐτῷ..«πορευ- ϑεὶς £uscov* σεωνῶς ἅμα χαὶ μεγαλοφρόνως τὴν μέϑην ἐλέγξας καὶ φεισάμενος αὐτοῦ, μή ποτε διαῤῥαγῇ ὑπὸ πλησμονῆς.
290 Athenaeus VIII 345 C. Ζήνων δ᾽ ὃ Κιτιεὺς ὃ τῆς Στοᾶς κτίστης, πρὸς τὸν ὀψοφάγον, à συνέξζη ἐπὶ πλείονα χρόνον, καϑά φησιν ᾿Δντίγονος ó Καρύστιος ἐν τῷ Ζήνωνος βίῳ (p. 119 Wil), με- γάλου τινὸς κατὰ τύχην ἰχϑύος παρατεϑέντος. ἄλλου δ᾽ οὐδενὸς παρεσκευασμένου. λαβὼν ὅλον ὁ Ζήνων ἀπὸ τοῦ πίνακος οἷος ἦν κατεσϑίειν. τοῦ δ᾽ ἐμβλέψαντος αὐτῷ" τί οὖν, ἔφη. τοὺς συξῶντάς Go, οἴει πάσχειν, εἰ σὺ μίαν ἡμέραν μὴ δεδύνησαι ἐνεγκεῖν ὀψοφα- γίαν; Diog. Laért. VII 19 eadem minus eleganter narrat.
291 Athenaeus V 186 D. ὁ δὲ Ζήνων, ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεϑῆναι τὸ ἐπάνω τοῦ ἰχϑύος, στρέ- ψας καὶ αὐτὸς τὸν ἰχϑὺν ἀπέσυρεν ἐπιλέγων" (Eur. Bacch. 1129)
De Bione eadem marrantur Athen. VIII p. 8448.
292 Diogenes Laért. VII 17. δυοῖν δ᾽ ὑπανακειμένοιν ἐν πότῳ, καὶ τοῦ ὑπ᾽ αὐτὸν τὸν ὑφ᾽ ἑαυτὸν σκιμαλίξοντος τῷ ποδί, αὐτὸς ἐκεῖ- vov τᾷ γόνατι. ἐπιστραφέντος δέ..τί οὖν οἴει τὸν ὑποκάτω σου πάσχειν ὑπὸ σοῦ; Suidas s. v. σχιμαλίσω.
293 Diogenes Laért. VII 16, 17. οἷον ἐπὶ τοῦ χκαλλωπιξομένου ποτὲ ἔφη. ὀχετίον γάρ τι ὀχνηρῶς αὐτοῦ ὑπερβαίνοντος «δικαίως, εἶπεν, ὑφορᾷ τὸν πηλόν" οὐ γὰρ ἔστιν ἐν αὐτῷ κατοπτρίσασϑαι."“
2 πλήσας B, πλήξας D. 17 verba μή ποτε---πλησμονῆς inepta sunt; nam ea re parcit regi philosophus, quod ebrii promisso non abutitur. 31 ὑπερανα- κειμένουν libri, corr. Menag. 32 ὑπ᾽ αὐτὸν L, ὑφ᾽ αὑτὸν BP, ὑπὲρ αὑτὸν D.
61 294 Stobaeus Floril. 15, 12 (Vol. I p. 479 Hense) Ζήνων πρὸς
τοὺς ἀπολογουμένους ὑπὲρ τῆς αὑτῶν ἀσωτίας καὶ λέγοντας ἐχ πολ- λοῦ τοῦ περιόντος ἀναλίσκειν ἔλεγεν..ἦ mov καὶ τοῖς μαγείροις συγ- γνώσεσϑε, ἐὰν ἁλμυρὰ λέγωσι πεποιηκέναι và ὄψα, ὅτι πλῆϑος ἁλῶν αὐτοῖς ὑπῆρχεν"
295 Diogenes Laért. VII 18. πρὸς δὲ τὸν φιλόπαιδα, οὔτε τοὺς διδασκάλους ἔφη φρένας ἔχειν, ἀεὶ διατρίβοντας ἐν παιδαρίοις, οὔτε ἐκείνους.
296 Diogenes Laért. VIL 17. ὡς δὲ Κυνικός τις, οὐ φήσας ἔλαιον ἔχειν ἐν τῇ ληκύϑῳ, προσήτησεν αὐτόν, οὐκ ἔφη δώσειν. ἀπελϑόντα μέντοι ἐκέλευε σκέψασϑαι ὁπότερος εἴη ἀναιδέστερος.
297 Origenes contra Cels. VIII 35 p. 168. Ζήνων δὲ πρὸς τὸν εἰπόντα..«ἀπολοίμην, ἐὰν μή σε τιμωρήσωμαι“.«ἐγὼ δέ, εἶπεν, ἐὰν μή 66 φίλον κτήσωμαι."“
298 Diogenes Laért. VII 28 δοῦλον ἐπὶ κλοπῇ. φασίν, ἐμαστί- yov: τοῦ δ᾽ εἰπόντος..εἴμαρτό μοι xA&wo ἔφη xo δαρῆναι“.
299 Plutarchus de virt. mor. 4 p. 443a. καίτοι καὶ Ζήνωνά φασιν εἰς ϑέατρον ἀνιόντα κιϑαρῳδοῦντος ᾿Δμοιβέως πρὸς τοὺς uc- ϑητάς «ἴωμεν, εἰπεῖν, ὅπως καταμάϑωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριϑμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησιν.“ Eadem de an. procreat. in Timaeo p. 1029f.
300 Stobaeus Floril 36,26 (Vol 1 p. 696 Hense) Ζήνων τῶν μαϑητῶν ἔφασκεν τοὺς μὲν φιλολόγους εἶναι, τοὺς δὲ λογοφίλους.
301 Diogenes Laért. VII 51. Κλεάνϑης, ὃν καὶ ἀφωμοίου ταῖς σκληροκήροις δέλτοις, αἱ μόλις μὲν γράφονται, διατηροῦσι δὲ τὰ γρα- φέντα. Suid. s. v. δέλτος. Of. Cleanthis apophthegma n. 404.
302 Diogenes Laért. VII 18. 49í6vovog δὲ rob μαϑητοῦ πολλὰ διαλεγομένου οὐχ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ ϑρασέως,d0v- v«rov, εἰπεῖν (scil Zenonem), εἰ μή σε ὃ πατὴρ μεϑύων ἐγέννησεν." ὅϑεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὦν. --- Cf. Plut. de educ. puer. 8 p. 2a, ubi simile dietum Diogeni tribuitur.
303 Diogenes Laért. VII 28. Ζιονυσίου δὲ τοῦ Μεταϑεμένου εἰπόντος αὐτῷ, διὰ τί αὐτὸν μόνον οὐ διορϑοῖ, ἔφη..οὐ γάρ σοι πιστεύω."
304 Stobaeus Floril 36,23 (Vol I p. 696 Hense) τῶν τις ἐν Mx«óquíg νεανίσκων περὶ ἐπιτηδευμάτων διελέγετο ἀφρόνως" ὁ δὲ Ζήνων..ἐὰν μὴ τὴν γλῶσσαν, ἔφη, εἰς νοῦν ἀποβρέξας διαλέγῃ, πολὺ πλείω ἔτι καὶ ἐν τοῖς λόγοις πλημμελήσεις." — Plutarchus vita Phoc.
11 ἐκέλευσε BL. 10 εἴμαρτο P, ἥμαρτο B. || μοι ἔφη P. 18 Cf. Plut. Arat. c. 17,2 ἄδοντος "Auowéog ἐν τῷ ϑεάτρῳ. 28 malim: καὶ (pro οὐ) eó- gvóg. 30 λάλον, λὰ in ras. D. 36 ἀφρόνως A? Meineke, ἀφρόνων ASM.
e. D. Ζήνων ἔλεγεν ὅτι δεῖ τὸν φιλόσοφον εἰς νοῦν ἀποβάπτοντα προφέρεσϑαι τὴν λέξιν. — Cf. Suidas s. v. ᾿δριστοτέλης: τὸν κάλαμον ἀποβρέχων εἰς νοῦν.
305 Diogenes Laért. VII 19. πρὸς δὲ τὸν φάσχοντα ὡς τὰ πολλὰ αὐτῷ ᾿Αἀντισϑένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος, ἠρώτησεν εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ. τοῦ δ᾽ οὐχ εἰδέναι φήσαντος «εἶτ᾽ οὐκ αἰσχύνῃ. ἔφη, εἰ μέν τι κακὸν ἣν εἰρημένον ὑπ᾽ Ἀντισϑένους, τοῦτ᾽ ἐκλεγόμενος καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδ᾽ ἐπιβαλλόμενος κατέχειν"
306 Diogenes Laért. VII 20. λέγοντος δέ τινος αὐτῷ περὶ Πολέ- μῶνος, ὡς ἄλλα προϑέμενος ἄλλα λέγει, σκυϑρωπάσας ἔφη «πόσου γὰρ (ἂν ἠγάπας τὰ διδόμενα"
9017 Diogenes Laert. VII 21. χαὶ προεφέρετο τὰ τοῦ Καφισίου" ὃς ἐπιβαλομένου τινὸς τῶν μαϑητῶν μεγάλα φυσᾶν, πατάξας εἶπεν, ὡς οὐκ ἐν τῷ μεγάλῳ τὸ εὖ κείμενον εἴη, ἀλλ᾽ ἐν τῷ εὖ τὸ μέγα.
Usa las flechas ← → del teclado para pasar de capítulo.