Ir al contenido
The ConsciousLibrary

Capítulo 157 de 208

ΚΑΘΑΡΜΟΙ

Ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ζαθέου Ἀκράγαντος 389 ναίετ’ ἀν’ ἄκρα πόλευς, ἀγαθῶν μελεδήμονες ἔργων, ξείνων αἰδοίων λιμένες, κακότητος ἄπειροι, 355 χαίρετ’· ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητὸς, πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικε, ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις. τοῖσιν ἅμ’ εὖτ’ ἂν ἵκωμαι ἐς ἄστεα τηλεθόωντα, 395 ἀνδράσιν ἠδὲ γυναιξὶ σεβίζομαι· οἱ δ’ ἅμ’ ἕπονται 360 μυρίοι, ἐξερέοντες ὅπη πρὸς κέρδος ἀταρπός, οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ’ ἐπὶ νούσων, δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι ἀμφ’ ὀδύνῃσι, παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν. 400 ἀλλὰ τί τοῖσδ’ ἐπίκειμ’, ὡσεὶ μέγα χρῆμά τι πράσσων, 365 εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων; [204]

ὦ φίλοι, οἶδα μὲν οὖν ὅτ’ ἀληθείη παρὰ μύθοις, 407 οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη γε τέτυκται ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὅρμη.

ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,     1 370 ἀίδιον, πλατέεσσι κατεσφρηγισμένον ὅρκοις. εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ     3 αἵματος ἢ ἐπίορκον ἁμαρτήσας ἐπομόσσῃ δαίμων, οἵτε μακραίωνος λελάχασι βιοῖο,     4 τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, 375 φυόμενον παντοῖα διὰ χρόνου εἴδεα θνητῶν,     6 ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους. αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,   16 πόντος δ’ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς ἠελίου ἀκάμαντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίναις. 380 ἄλλος δ’ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες. τῶν καὶ ἐγὼ νῦν εἰμὶ, φυγὰς θέοθεν καὶ ἀλήτης,     7 νείκει μαινομένῳ πίσυνος. [206] ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κόρη τε 380 θάμνος τ’ οἰωνός τε καὶ εἰν ἅλι ἔλλοπος ἰχθύς. 385 κλαῦσά τε καὶ κώκυσα, ἰδὼν ἀσυνήθεα χῶρον,   13 ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν   21 αὐχμηραί τε νόσοι καὶ σήψιες ἔργα τε ῥευστά. Ἀτῆς ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν.   23

αἰῶνος ἀμερθείς.

390 ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου   11 ὧδε πεσὼν κατὰ γαῖαν ἀναστρέφομαι μετὰ θνητοῖς.

ἠλύθομεν τόδ’ ὑπ’ ἄντρον ὑπόστεγον.   31

ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,   24 Δῆρις θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις, [208] 395 Καλλιστώ τ’ Αἰσχρή τε, Θόωσά τε Δηναίη τε, Νημερτής τ’ ἐρόεσσα μελάγκουρός τ’ Ἀσάφεια, Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερσις Κινώ τ’ Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστὼ †καὶ Φορύη, Σιωπή τε καὶ Ὀμφαίη.†

400 ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον,   14 τοίων ἔκ τ’ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.

σαρκῶν αἰολόχρωτι περιστέλλουσα χιτῶνι. 379

ἀμφιβρότην χθόνα.

ἐκ μὲν γὰρ ζώων ἐτίθει νεκροείδε’ ἀμείβων. 378

405 οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμὸς, 368 οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν, ἀλλὰ Κύπρις βασίλεια. 370 τὴν οἵγ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο γραπτοῖς τε ζῴοισι μύριοισί τε δαιδαλεόδμοις 410 σμύρνης τε ἀκρήτου θυσίαις λιβάνου τε θυώδους, [210] ξουθῶν τε σπονδὰς μελιτῶν ῥιπτοῦντες ἐς οὖδας, ταύρων δ’ ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός. 375 ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον, θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἠέα γυῖα.

415 ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιούσια εἰδὼς 440 παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων, 442 ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον. 441 ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσιν, ῥεῖά γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον, 420 καί τε δέκ’ ἀνθρώπων καί τ’ εἴκοσιν αἰώνεσσιν.... 445

ἦσαν γὰρ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ, 364 φῆρές τ’ οἰωνοί τε, φιλοφροσύνῃ τε δεδήει, δένδρεα δ’ ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τεθήλει, καρπῶν ἀφθονίῃσι κατήορα πάντ’ ἐνιαυτόν.

425 οὐ πέλεται τοῖς μὲν θεμιτὸν τόδε, τοῖς δ’ ἀθέμιστον, 403 ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ’ εὐρυμέδοντος αἰθέρος ἠνεκέως τέταται διά τ’ ἀπλέτου αὐγῆς. [212] οὐ παύσεσθε φόνοιο δυσηχέος; οὐκ ἐσορᾶτε 416 ἀλλήλους δάπτοντες ἀκηδείῃσι νόοιο; 430 μορφὴν δ’ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας 410 σφάζει ἐπευχόμενος, μέγα νήπιος· οἱ δὲ φορεῦνται λισσόμενοι θύοντος· ὁ δ’ ἂρ νήκουστος ὁμοκλέων σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα. ὣς δ’ αὔτως πατέρ’ υἱὸς ἑλὼν καὶ μητέρα παῖδες 435 θυμὸν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν.

οἴμοι ὅτ’ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ,     9 πρὶν σχέτλ’ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι.

ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι 382 γίγνονται, δάφναι δ’ ἐνὶ δένδρεσσιν ἠυκόμοισιν.

440 δαφναίων φύλλων ἀπὸ πάμπαν ἔχεσθαι. 419

δειλοί, πανδειλοί, κυάμων ἄπο χεῖρας ἔχεσθαι. 418

κρηνάων ἄπο πέντε ταμὼν ἐν ἀτειρέι χαλκῷ 422 χεῖρας ἀπόρρυψαι.

νηστεῦσαι κακότητος. 406 [214] 445 τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν 420 οὔποτε δειλαίων ἀχέων λωφήσετε θυμόν.

εἰς δὲ τελὸς μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ 384 καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται, ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι, 450 ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι, εὔνιες ἀνδρείων ἀχέων, ἀπόκηροι, ἀτειρεῖς.

Usa las flechas ← → del teclado para pasar de capítulo.

ΚΑΘΑΡΜΟΙ · Testimonios de sus contemporáneos (Jenófanes, Heráclito, Empédocles, Ion de Quíos, Heródoto) — Pitágoras · The Conscious Library