Ir al contenido
The ConsciousLibrary

Capítulo 154 de 208

ΠΕΡΙ ΦΥΣΕΩΣ ΠΡΩΤΟΣ.

Παυσανία, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἱέ.   54

στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται·   32 πολλὰ δὲ δειλ’ ἔμπαια, τά τ’ ἀμβλύνουσι μερίμνας. παῦρον δὲ ζωῆς ἀβίου μέρος ἀθρήσαντες 5 ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,   35 αὐτὸ μόνον πεισθέντες, ὅτῳ προσέκυρσεν ἕκαστος πάντοσ’ ἐλαυνόμενος, τὸ δ’ ὅλον μὰψ εὔχεται εὑρεῖν· οὕτως οὔτ’ ἐπιδερκτὰ τάδ’ ἀνδράσιν οὐδ’ ἐπακουστὰ οὔτε νόῳ περιληπτά. σὺ δ’ οὖν, ἐπεὶ ὧδ’ ἐλιάσθης, 10 πεύσεαι οὐ πλέον ἠὲ βροτείη μῆτις ὄπωπεν.   40 ἀλλὰ, θεοὶ, τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης, ἐκ δ’ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν. καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε Μοῦσα, ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν, 15 πέμπε παρ’ εὐσεβίης, ἐλάουσ’ εὐήνιον ἅρμα·   45 [160] μηδὲ μέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν θάρσεϊ καὶ τότε δὴ σοφίης ἐπ’ ἄκροισι θοάζειν. ἀλλ’ ἄγ’ ἄθρει πάσῃ παλάμῃ πῆ δῆλον ἕκαστον, 20 μήτε τιν’ ὄψιν ἔχων πίστει πλέον ἢ κατ’ ἀκουὴν   50 μήτ’ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης, μήτε τι τῶν ἄλλων, ὁπόσων πόρος ἐστὶ νοῆσαι, γυίων πίστιν ἔρυκε, νόει δ’ ᾗ δῆλον ἕκαστον.

φάρμακα δ’ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ 25 πεύσῃ, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα. 425 παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἀρούρας· καὶ πάλιν, εὖτ’ ἐθέλῃσθα, παλίσσυτα πνεύματ’ ἐπάξεις·

Θήσεις δ’ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμὸν 30 ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου 430 ῥεύματα δενδρεόθρεπτα κατ’ αἰθέρος ἀΐσσοντα· ἄξεις δ’ ἐξ Ἀίδαο καταφθιμένου μένος ἀνδρός.

τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε·   55 Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀιδωνεὺς [162] 35 Νῆστίς θ’ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή, ἀλλὰ μόνον μεῖξίς τε διάλλαξίς τε μιγέντων ἐστὶ, φύσις δ’ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν.   80

40 οἱ δ’ ὅτε κεν κατὰ φῶτα μιγὲν φῶς αἰθέρι <ἵκῃ> ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων ἠὲ κατ’ οἰωνῶν, τότε μὲν τὰ λέγουσι γενέσθαι· εὖτε δ’ ἀποκριθέωσι, τὰ δ’ αὖ δυσδαίμονα πότμον, 345 ἣ θέμις ἐστί, καλοῦσι, νόμῳ δ’ ἐπίφημι καὶ αὐτός.

45 νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν ἤ τι καταθνῄσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ. ἔκ τε γὰρ οὐδάμ’ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι,   81 [164] καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον· 50 αἰεὶ γὰρ στήσονται ὅπη κέ τις αἰὲν ἐρείδῃ.

οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο, 350 ὡς ὄφρα μέν τε βιοῦσι, τὸ δὴ βίοτον καλέουσι, τόφρα μὲν οὖν εἰσὶν καί σφιν πάρα δειλὰ καὶ ἐσθλά, πρὶν δὲ πάγεν τε βροτοὶ καὶ ἐπεὶ λύθεν, οὐδὲν ἄρ’ εἰσίν.

55 ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν.   84 ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα Μούσης, γνῶθι, διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο.

κορυφὰς ἑτέρας ἑτέρῃσι προσάπτων 447 μύθων, μήτε τελεῖν ἀτραπὸν μίαν· 60 δὶς γὰρ καὶ τρὶς δεῖ ὅ τι δὴ καλόν ἐστιν ἐνίσπειν. 446 [πείρατα μύθων]   87 δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι [166] ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι. δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις.   90 τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ’ ὀλέκει τε, 65 ἡ δὲ πάλιν διαφυομένων θρεφθεῖσα διέπτη. καὶ ταῦτ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα, ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει,   95 118 εἰς ὅ κεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται. 144 οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι 70 ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· ᾗ δὲ τάδ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ταύτῃ αἰὲν ἔασιν ἀκινητὸν κατὰ κύκλον. 100 ἀλλ’ ἄγε, μύθων κλῦθι, μάθη γάρ τοι φρένας αὔξει. 75 ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι [168] ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἄπλετον ὕψος· 105 Νεῖκός τ’ οὐλόμενον δίχα τῶν, ἀτάλαντον ἑκάστῳ, 80 καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε. τὴν σὺ νόῳ δέρκευ μηδ’ ὄμμασιν ἧσο τεθηπώς, ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις, τῇ τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελεῦσι, 110 γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην· 85 τὴν οὔτις †μετ’ ὄσοισιν ἑλισσομένην δεδάηκε θνητὸς ἀνήρ. σὺ δ’ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν. ταῦτα γὰρ ἶσά τε πάντα καὶ ἡλίκα γένναν ἔασι, τιμῆς δ’ ἄλλης ἄλλο μέδει, πάρα δ’ ἦθος ἑκάστῳ. 115 οὐδὲν γὰρ πρὸς τοῖς ἐπιγίγνεται οὐδ’ ἀπολήγει. 90 εἴτε γὰρ ἐφθείροντο διαμπερὲς, οὐκέτ’ ἂν ἦσαν. οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν. τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε καὶ πόθεν ἐλθόν; 120 πῆ δέ κε καὶ ἀπολοίατ’ ἐπεὶ τῶνδ’ οὐδὲν ἔρημον; 112 ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο [170] 113 καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης. 138 94 ἀλλ’ αὔτ’ ἔστιν ταῦτα· δι’ ἀλλήλων δὲ θέοντα 122 95 γίνεται ἄλλοθεν ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα.

110 καὶ γὰρ καὶ πάρος ἦν τε καὶ ἔσσεται, οὐδέ ποτ’, οἴω, 111 τούτων ἀμφοτέρων κεινώσεται ἄσπετος αἰών.

96 ἀλλ’ ἄγε τῶνδ’ ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ, εἴ τι καὶ ἐν προτέροισι λιπόξυλον ἔπλετο μορφῇ. 125 ἠέλιον μὲν θερμὸν ὁρᾶν καὶ λαμπρὸν ἁπάντῃ, ἄμβροτα δ’ ὄσσα πέλει τε καὶ ἀργέτι δεύεται αὐγῇ, 100 ὄμβρον δ’ ἐν πᾶσι δνοφόεντά τε ῥιγαλέον τε, ἐκ δ’ αἴης προρέουσι θέλυμνά τε καὶ στερεωπά. ἐν δὲ Κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλονται, 130 σὺν δ’ ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται. ἐκ τούτων γὰρ πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται, 105 δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι. 135 ὡς δ’ ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν 120 ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε 155 [172] οἵ τ’ ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν, ἁρμονίῃ μίξαντε τὰ μὲν πλέω, ἄλλα δ’ ἐλάσσω, 123 ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι· 127 οὕτω μή σ’ ἁπάτη φρένα καινύτω ἄλλοθεν εἶναι 162 θνητῶν, ὅσσα γε δῆλα γεγᾶσιν ἀάσπετα, πηγήν. ἀλλὰ τορῶς ταῦτ’ ἴσθι θεοῦ πάρα μῦθον ἀκούσας....

130 εἰ δ’ ἄγε, νῦν τοι ἐγὼ λέξω πρῶθ’ ἡλίου ἀρχὴν, ἐξ ὧν δὴ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα, γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀὴρ Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα. 185

[σφαῖρον ἔην.]   64

135 ἔνθ’ οὔτ’ ἠελίοιο δεδίσκεται ἀγλαὸν εἶδος   72 οὐδὲ μὲν οὐδ’ αἴης λάσιον μένος οὐδὲ θάλασσα· οὕτως ἁρμονίης πυκινῷ κύτει ἐστήρικται   59 σφαῖρος κυκλοτερὴς μονίῃ περιηγέϊ γαίων. [174] αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη   66 140 ἐς τιμάς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο, ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλαται ὅρκου.

πάντα γὰρ ἑξείης πελεμίζετο γυῖα θεοῖο.   70

χωρὶς γὰρ βαρὺ πᾶν, χωρὶς κοῦφον.   71

ἄστοργοι καὶ ἄκρητοι.

145 σωρευόμενον μέγεθος.

εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ, 199 ὡς διὰ πολλῶν δὴ βροτέων ῥηθέντα ματαίως ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων....

ἥλιος ὀξυβελὴς ἡδ’ αὖ ἱλάειρα σελήνη... 168

150 ἀλλ’ ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει. 187

ἀνταυγεῖν πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις. 188 [176]

ἡ δὲ φλὸξ ἱλάειρα μινυθαδίης τύχεν αὐγῆς. 193

ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν. 192

κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς 190 155 ἅρματος ὥσπερ ἀν’ ἴχνος 189

ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἁγέα κύκλον. 191

ἐπεσκέδασεν δέ οἱ αὐγὰς εἰς αἴθρην καθύπερθεν, ἐπεσκνίφωσε δὲ γαίης 195 τόσσον ὅσον τ’ εὖρος γλαυκώπιδος ἔπλετο μήνης.

160 νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένη φαέεσσιν. 197

νυκτὸς ἐρημαίης ἀλαώπιδος. 198

πολλὰ δ’ ἔνερθ’ ἕδεος πυρὰ καίεται. 207 [178]

φύλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων. 205

ἃλς ἐπάγη ῥιπῄσιν ἐωσμένος ἠελίοιο 206

165 γῆς ἱδρῶτα θάλασσαν.

<ἀλλ’> αἰθὴρ μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις. 203 οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως.

καρπαλίμως ἀνόπαιον. 202

αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων, 165 170 τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων κείνου· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται, ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι, οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα. 170 175 τῶν δὲ συνερχομένων ἐπ’ ἔσχατον ἵστατο Νεῖκος. [180] πολλὰ δ’ ἄμιχθ’ ἕστηκε κεραιομένοισιν ἐναλλάξ, ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμέμφεως πὼ πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου. ἀλλὰ τὰ μὲν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει. 175 180 ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή· αἶψα δὲ θνήτ’ ἐφύοντο τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι, ζωρά τε τὰ πρὶν ἄκρητα, διαλλάξαντα κελεύθους. τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν, 180 185 παντοίῃς ἰδέῃσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. ἄρθμια μὲν γὰρ ἑαυτὰ ἑαυτῶν πάντα μέρεσσιν 326 ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα, ὅσσα φίλ’ ἐν θνητοῖσιν ἀποπλαγχθέντα πέφυκεν. ὡς δ’ αὕτως ὅσα κρᾶσιν ἐπάρτεα μᾶλλον εἶναι, 190 ἀλλήλοις ἐστέρκται ὁμοιωθέντ’ Ἀφροδίτῃ. 330 ἐχθρὰ δὲ πλεῖστον ἀπ’ ἀλλήλων διέχουσι μάλιστα γέννᾳ τε κράσει τε καὶ εἴδεσιν ἐκμακτοῖσιν, πάντῃ συγγίγνεσθαι ἀήθεα καὶ μαλὰ λυγρά [182] Νείκεος ἐννεσίῃσι, ὅτι σφίσι γένναν ἔοργεν. 195 τῇδε μὲν οὖν ἰότητι τύχης πεφρόνηκεν ἅπαντα... 312 καὶ καθ’ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα.

[ὕδατι μὲν γὰρ ὕδωρ,] πυρὶ δ’ αὔξεται [ὠγύγιον] πῦρ 270 αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ’ αἰθήρ.

ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι 211 200 τὼ δύο τῶν ὀκτὼ μερέων λάχε Νήστιδος αἴγλης. τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο Ἁρμονίης κόλλῃσιν ἀρηρότα θεσπεσίηθεν.

ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα 215 Ἡφαίστῳ τ’ Ὄμβρῳ τε καὶ Αἰθέρι παμφανόωντι, 205 Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν, εἴτ’ ὀλίγον μείζων εἴτε πλεόνεσσιν ἐλάσσων. ἐκ τῶν αἷμά τε γέντο καὶ ἄλλης εἴδεα σαρκός.

ἄλφιτον ὕδατι κολλήσας ... 208

σχεδύνην Φιλότητα.

[184]

Usa las flechas ← → del teclado para pasar de capítulo.

ΠΕΡΙ ΦΥΣΕΩΣ ΠΡΩΤΟΣ. · Testimonios de sus contemporáneos (Jenófanes, Heráclito, Empédocles, Ion de Quíos, Heródoto) — Pitágoras · The Conscious Library