Capítulo 132 de 208
(a) Fragments of Parmenides.
Ἵπποι ταί με φέρουσιν, ὅσον τ’ ἐπὶ θυμὸς ἱκάνοι, πέμπον, ἐπεί μ’ ἐς ὁδὸν βῆσαν πολύφημον ἄγουσαι δαίμονος ἣ κατὰ πάντ’ αὐτὴ φέρει εἰδότα φῶτα. τῇ φερόμην· τῇ γάρ με πολύφραστοι φέρον ἵπποι ἅρμα τιταίνουσαι· κοῦραι δ’ ὁδὸν ἡγεμόνευον. 5 ἄξων δ’ ἐν χνοιῇσιν <ἵει> σύριγγος ἀυτὴν αἰθόμενος (δοιοῖς γὰρ ἐπείγετο δινωτοῖσιν κύκλοις ἀμφοτέρωθεν), ὅτε σπερχοίατο πέμπειν Ἡλιάδες κοῦραι, προλιποῦσαι δώματα νυκτός, [88] εἰς φάος, ὠσάμεναι κρατῶν ἄπο χερσὶ καλύπτρας. 10 ἔνθα πύλαι νυκτός τε καὶ ἤματός εἰσι κελεύθων, καί σφας ὑπέρθυρον ἀμφὶς ἔχει καὶ λάινος οὐδός, αὐταὶ δ’ αἰθέριαι πλῆνται μεγάλοισι θυρέτροις. τῶν δὲ Δίκη πολύποινος ἔχει κληῖδας ἀμοιβούς. τὴν δὴ παρφάμεναι κοῦραι μαλακοῖσι λόγοισιν 15 πεῖσαν ἐπιφραδέως, ὥς σφιν βαλανωτὸν ὀχῆα ἀπτερέως ὤσειε πυλέων ἄπο. ταὶ δὲ θυρέτρων χάσμ’ ἀχανὲς ποίησαν ἀναπτάμεναι, πολυχάλκους ἄξονας ἐν σύριγξιν ἀμοιβαδὸν εἱλίξασαι, γόμφοις καὶ περόνῃσιν ἀρηρότε· τῇ ῥα δι’ αὐτῶν 20 ἰθὺς ἔχον κοῦραι καθ’ ἁμαξιτὸν ἅρμα καὶ ἵππους. καί με θεὰ πρόφρων ὑπεδέξατο, χεῖρα δὲ χειρὶ δεξιτερὴν ἕλεν, ὧδε δ’ ἔπος φάτο καί με προσηύδα· ὦ κοῦρ’ ἀθανάτοισι συνήορος ἡνιόχοισιν, ἵπποις ταί σε φέρουσιν ἱκάνων ἡμέτερον δῶ, 25 χαῖρ’, ἐπεὶ οὔτι σε μοῖρα κακὴ προύπεμπε νέεσθαι τήνδ’ ὁδόν· ἦ γὰρ ἀπ’ ἀνθρώπων ἐκτὸς πάτου ἐστίν· ἀλλὰ θέμις τε δίκη τε. χρέω δέ σε πάντα πυθέσθαι, ἠμὲν ἀληθείης εὐπειθέος ἀτρεμὲς ἦτορ, ἠδὲ βρότων δόξας τῇς οὐκ ἔνι πίστις ἀληθής. 30 ἀλλ’ ἔμπης καὶ ταῦτα μαθήσεαι, ὡς τὰ δοκοῦντα χρὴ δοκίμως κρῖναι· διὰ παντὸς πάντα περῶντα.
τὰ πρὸς ἀλήθειαν.
εἴ δ’ ἄγ’, ἐγὼν ἐρέω, κόμισαι δὲ σὺ μῦθον ἀκούσας, αἵπερ ὁδοὶ μοῦναι διζήσιός εἰσι νοῆσαι. ἡ μὲν ὅπως ἔστιν τε καὶ ὡς οὐκ ἔστι μὴ εἶναι 35 [90] πειθοῦς ἐστι κέλευθος, ἀληθείη γὰρ ὀπηδεῖ· ἡ δ’ ὡς οὐκ ἔστιν τε καὶ ὡς χρεών ἐστι μὴ εἶναι τὴν δή τοι φράζω παναπειθέα ἔμμεν ἀταρπόν· οὔτε γὰρ ἂν γνοίης τό γε μὴ ἐόν· οὐ γὰρ ἀνυστόν· οὔτε φράσαις. τὸ γὰρ αὐτὸ νοεῖν ἐστίν τε καὶ εἶναι. 40
ξυνὸν δέ μοί ἐστιν, ὁππόθεν ἄρξωμαι, τόθι γὰρ πάλιν ἵξομαι αὖθις.
χρὴ τὸ λέγειν τε νοεῖν τ’ ἐὸν ἔμμεναι. ἔστι γὰρ εἶναι, μηδὲν δ’ οὐκ εἶναι, τά σ’ ἐγὼ φράζεθαι ἄνωγα, πρώτης γάρ σ’ ἀφ’ ὁδοῦ ταύτης διζήσιος <εἴργω> 45 αὐτὰρ ἔπειτ’ ἀπὸ τῆς, ἣν δὴ βροτοὶ εἰδότες οὐδὲν πλάζονται δίκρανοι· ἀμηχανίη γὰρ ἐν αὐτῶν στήθεσιν ἰθύνει πλαγκτὸν νόον· οἱ δὲ φορεῦνται κωφοὶ ὁμῶς τυφλοί τε τεθηπότες ἄκριτα φῦλα, οἷς τὸ πέλειν τε καὶ οὐκ εἶναι τὠυτὸν νενόμισται 50 κοὐ τὠυτόν, πάντων δὲ παλίντροπός ἐστι κέλευθος. οὐ γὰρ μή ποτε τοῦτο δαμῇ, φησιν, εἶναι μὴ ἐόντα ἀλλὰ σὺ τῆσδ’ ἀφ’ ὁδοῦ διζήσιος εἶργε νόημα· [92] μηδέ σ’ ἔθος πολύπειρον ὁδὸν κατὰ τήνδε βιάσθω νωμᾶν ἄσκοπον ὄμμα καὶ ἠχήεσσαν ἀκουήν 55 καὶ γλῶσσαν, κρῖναι δὲ λόγων πολύδηριν ἔλεγχον ἐξ ἐμέθεν ῥηθέντα. μόνος δ’ ἔτι μῦθος ὁδοῖο λείπεται, ὡς ἔστιν. ταύτῃ δ’ ἐπὶ σήματ’ ἔασι πολλὰ μάλ’, ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστιν, οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ’ ἀτέλεστον. 60 οὐδέ ποτ’ ἦν οὐδ’ ἔσται ἐπεὶ νῦν ἔστιν ὁμοῦ πᾶν, ἕν, ξυνεχές· τίνα γὰρ γένναν διζήσεαι αὐτοῦ; πῇ πόθεν αὐξηθέν; οὔτ’ ἐκ μὴ ἐόντος ἐάσω φάσθαι σ’ οὐδὲ νοεῖν· οὐ γὰρ φατὸν οὐδὲ νοητὸν ἐστὶν ὅπως οὐκ ἔστι. τί δ’ ἄν μιν καὶ χρέος ὦρσεν, 65 ὕστερον ἢ πρόσθεν τοῦ μηδενὸς ἀρξάμενον φῦν; οὕτως ἢ πάμπαν πέλεναι χρεών ἐστιν ἢ οὐχί. οὐδέ ποτ’ ἔκ πῃ ἐόντος ἐφήσει πίστιος ἰσχύς γίνεσθαί τι παρ’ αὐτό· τοῦ εἵνεκεν οὔτε γενέσθαι οὔτ’ ὄλλυσθαι ἀνῆκε Δίκη χαλάσασα πέδῃσιν 70 ἀλλ’ ἔχει.
[ἡ δὲ κρίσις περὶ τούτων ἐν τῷδ’ ἔνεστιν] [94] ἔστιν ἢ οὐκ ἔστιν. κέκριται δ’ οὖν ὥσπερ ἀνάγκη, τὴν μὲν ἐᾶν ἀνόητον, ἀνώνυμον· οὐ γὰρ ἀληθὴς ἐστὶν ὁδός· τὴν δ’ ὥστε πέλειν καὶ ἐτήτυμον εἶναι. πῶς δ’ ἂν ἔπειτ’ ἀπόλοιτο ἐόν; πῶς δ’ αὖ κε γένοιτο; 75 εἰ γὰρ ἐγέντ’ οὐκ ἔστ’ οὐδ’ εἴ ποτε μέλλει ἔσεσθαι. τὼς γένεσις μὲν ἀπέσβεσται καὶ ἄπυστος ὄλεθρος. οὐδὲ διαίρετόν ἐστιν, ἐπεὶ πᾶν ἐστιν ὁμοῖον· οὐδέ τι τῇ μᾶλλον, τό κεν εἴργοι μιν συνέχεσθαι, οὐδέ τι χειρότερον, πᾶν δ’ ἔμπλεόν ἐστιν ἐόντος. 80 τῷ ξυνεχὲς πᾶν ἐστιν, ἐὸν γὰρ ἐόντι πελάζει. αὐτὰρ ἀκίνητον μεγάλων ἐν πείρασι δεσμῶν ἔστιν, ἄναρχον, ἄπαυστον, ἐπεὶ γένεσις καὶ ὄλεθρος τῆλε μάλ’ ἐπλάγχθησαν, ἀπῶσε δὲ πίστις ἀληθής. τωὐτόν τ’ ἐν τωὐτῷ τε μένον καθ’ ἑωυτό τε κεῖται, 85 χοὕτως ἔμπεδον αὖθι μένει· κρατερὴ γὰρ ἀνάγκη πείρατος ἐν δεσμοῖσιν ἔχει, τό μιν ἀμφὶς ἐέργει. οὕνεκεν οὐκ ἀτελεύτητον τὸ ἐὸν θέμις εἶναι· ἐστὶ γὰρ οὐκ ἐπιδευές, ἐὸν δ’ ἂν παντὸς ἐδεῖτο.
λεῦσσε δ’ ὅμως ἀπεόντα νόῳ παρεόντα βεβαίως· 90 οὐ γὰρ ἀποτμήξεις τῇ ἐὸν τῇ ἐόντος ἔχεσθαι [96] οὔτε σκιδνάμενον πάντῃ πάντως κατὰ κόσμον οὔτε συνιστάμενον. τωὐτὸν δ’ ἐστὶ νοεῖν τε καὶ οὕνεκέν ἐστι νόημα. οὐ γὰρ ἄνευ τοῦ ἐόντος, ἐν ᾧ πεφατισμένον ἐστίν, 95 εὑρήσεις τὸ νοεῖν. οὐδὲν χρέος ἔστιν ἢ ἔσται ἄλλο πάρεξ τοῦ ἐόντος, ἐπεὶ τό γε μοῖρ’ ἐπέδησεν οὖλον ἀκίνητόν τ’ ἔμεναι. τῷ πάντ’ ὄνομ’ ἔσται ὅσσα βροτοὶ κατέθεντο, πεποιθότες εἶναι ἀληθῆ, γίνεσθαί τε καὶ ὄλλυσθαι, εἶναί τε καὶ οὐκί, 100 καὶ τόπον ἀλλάσσειν διά τε χρόα φανὸν ἀμείβειν. αὐτὰρ ἐπεὶ πεῖρας πύματον, τετελεσμένον ἐστὶ πάντοθεν, εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, μεσσόθεν ἰσοπαλὲς πάντῃ· τὸ γὰρ οὔτε τι μεῖζον οὔτε τι βαιότερον πέλεναι χρεών ἐστι τῇ ἢ τῇ. 105 οὔτε γὰρ οὐκ ἐόν ἐστι, τό κεν παύοι μιν ἱκνεῖσθαι εἰς ὁμόν, οὔτ’ ἐὸν ἔστιν ὅπως εἴη κεν ἐόντος τῇ μᾶλλον τῇ δ’ ἧσσον, ἐπεὶ πᾶν ἐστιν ἄσυλον. εἰ γὰρ πάντοθεν ἶσον ὁμῶς ἐν πείρασι κύρει.
τὰ πρὸς δόξαν.
ἐν τῷ σοι παύσω πιστὸν λόγον ἠδὲ νόημα 110 ἀμφὶς ἀληθείης· δόξας δ’ ἀπὸ τοῦδε βροτείας [98] μάνθανε, κόσμον ἐμῶν ἐπέων ἀπατηλὸν ἀκούων. μορφὰς γὰρ κατέθεντο δύο γνώμαις ὀνομάζειν τῶν μίαν οὐ χρεών ἐστιν, ἐν ᾧ πεπλανημένοι εἰσίν. ἀντία δ’ ἐκρίναντο δέμας καὶ σήματ’ ἔθεντο 115 χωρὶς ἀπ’ ἀλλήλων, τῇ μὲν φλογὸς αἰθέριον πῦρ ἤπιον ἔμμεν ἀραιὸν, ἑαυτῷ πάντοσε τωὐτόν, τῷ δ’ ἑτέρῳ μὴ τωὐτόν· ἀτὰρ κἀκεῖνο κατ’ αὐτοῦ ἀντία νύκτ’ ἀδαῆ, πυκινὸν δέμας ἐμβριθές τε. τῶν σοι ἐγὼ διάκοσμον ἐοικότα πάντα φατίζω, 120 ὡς οὐ μή ποτέ τίς σε βροτῶν γνώμη παρελάσῃ.
αὐτὰρ ἐπειδὴ πάντα φάος καὶ νὺξ ὀνόμασται καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσί τε καὶ τοῖς, πᾶν πλέον ἐστὶν ὁμοῦ φάεος καὶ νυκτὸς ἀφάντου, ἴσων ἀμφοτέρων, ἐπεὶ οὐδετέρῳ μέτα μηδέν. 125
αἱ γὰρ στεινότεραι πλῆνται πυρὸς ἀκρήτοιο, αἱ δ’ ἐπὶ ταῖς νυκτὸς, μετὰ δὲ φλογὸς ἵεται αἶσα, ἐν δὲ μέσῳ τούτων δαίμων, ἣ πάντα κυβερνᾷ. [100] πάντῃ γὰρ στυγεροῖο τόκου καὶ μίξιος ἄρχει πέμπουσ’ ἄρσενι θῆλυ μιγὲν τό τ’ ἐνάντιον αὖθις 130 ἄρσεν θηλυτέρῳ.
πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων.
εἴσῃ δ’ αἰθερίαν τε φύσιν τά τ’ ἐν αἰθέρι πάντα σήματα καὶ καθαρᾶς εὐαγέος ἠελίοιο λαμπάδος ἔργ’ ἀίδηλα καὶ ὁππόθεν ἐξεγένοντο, 135 ἔργα τε κύκλωπος πεύσῃ περίφοιτα σελήνης καὶ φύσιν. εἰδήσεις τε καὶ οὐρανὸν ἀμφὶς ἔχοντα, ἔνθεν ἔφυ τε, καὶ ὥς μιν ἄγουσ’ ἐπέδησεν Ἀνάγκη πείρατ’ ἔχειν ἄστρων.
πῶς γαῖα καὶ ἥλιος ἠδὲ σελήνη 140 αἰθήρ τε ξυνὸς γάλα τ’ οὐράνιον καὶ Ὄλυμπος ἔσχατος ἠδ’ ἄστρων θερμὸν μένος ὡρμήθησαν γίνεσθαι. νυκτιφαὲς περὶ γαῖαν ἀλώμενον ἀλλότριον φῶς
αἴει παπταίνουσα πρὸς αὐγὰς ἠελιοῖο 145
ὡς γὰρ ἑκάστοτ’ ἔχει κρᾶσις μελέων πολυκάμπτων, τὼς νόος ἀνθρώποισι παρέστηκεν· τὸ γὰρ αὐτὸ ἔστιν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισιν καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.
δεξιτεροῖσιν μὲν κούρους, λαοῖσι δὲ κούρας. 150 [102] οὕτω τοι κατὰ δόξαν ἔφυν τάδε νῦν τε ἔασι, καὶ μετέπειτ’ ἀπὸ τοῦδε τελευτήσουσι τραφέντα. τοῖς δ’ ὄνομα ἄνθρωποι κατέθεντ’ ἐπίσημον ἑκάστῳ.
Kars. 150
Femina virque simul Veneris cum germina miscent unius in formam diverso ex sanguine virtus temperiem servans bene condita corpora fingit. at si virtutes permixto semine pugnent nec faciant unam permixto in corpore dirae nascentem gemino vexabunt semine sexum.
Simpl. Phys. 7, v. 31, 4. ἐπὶ τῷδέ ἐστι τὸ ἀραιὸν καὶ τὸ θερμὸν καὶ τὸ φαὸς καὶ τὸ μαλθακὸν καὶ τὸ κουφὸν, ἐπὶ δὲ πυκνῷ ὠνόμασται τὸ ψυχρὸν καὶ ὁ ζόφος καὶ σκληρὸν καὶ βαρύ· ταῦτα γὰρ ἀπεκρίθη ἑκατέρως ἑκατέρα.
Usa las flechas ← → del teclado para pasar de capítulo.