Capítulo 2 de 9
Ἐπίκουρος · 2
"Ἐὰν δέ τι τῶν ἀνθρωπίνων περὶ Ἕρμαρχον γένηται πρὸ τοῦ τὰ Μητροδώρου παιδία εἰς ἡλικίαν ἐλθεῖν, δοῦναι Ἀμυνόμαχον καὶ Τιμοκράτην, ὅπως ἂν εὐτακτούντων αὐτῶν ἕκαστα γίνηται τῶν ἀναγκαίων, κατὰ τὸ δυνατὸν ἀπὸ τῶν καταλελειμμένων ὑφ' ἡμῶν προσόδων. καὶ τῶν λοιπῶν ἁπάντων ὡς συντετάχαμεν ἐπιμελείσθωσαν, ὅπως ἂν κατὰ τὸ ἐνδεχόμενον ἕκαστα γίγνηται. ἀφίημι δὲ τῶν παίδων ἐλεύθερον Μῦν, Νικίαν, Λύκωνα· ἀφίημι δὲ καὶ Φαίδριον ἐλευθέραν."
22 Ἤδη δὲ τελευτῶν γράφει πρὸς Ἰδομενέα τήνδε ἐπιστολήν·
"Τὴν μακαρίαν ἄγοντες καὶ ἅμα τελευταίαν ἡμέραν τοῦ βίου ἐγράφομεν ὑμῖν ταυτί. στραγγουρικά τε παρηκολούθει καὶ δυσεντερικὰ πάθη ὑπερβολὴν οὐκ ἀπολείποντα τοῦ ἐν ἑαυτοῖς μεγέθους. ἀντιπαρετάττετο δὲ πᾶσι τούτοις τὸ κατὰ ψυχὴν χαῖρον ἐπὶ τῇ τῶν γεγονότων ἡμῖν διαλογισμῶν μνήμῃ. σὺ δ' ἀξίως τῆς ἐκ μειρακίου παραστάσεως πρὸς ἐμὲ καὶ φιλοσοφίαν ἐπιμελοῦ τῶν παίδων Μητροδώρου."
Καὶ <δι>έθετο μὲν ὧδε.
Μαθητὰς δὲ ἔσχε πολλοὺς μέν, σφόδρα δὲ ἐλλογίμους Μητρόδωρον Ἀθηναίου ἢ Τιμοκράτους καὶ Σάνδης Λαμψακηνόν· ὃς ἀφ' οὗ τὸν ἄνδρα ἔγνω, οὐκ ἀπέστη ἀπ' αὐτοῦ πλὴν ἓξ μηνῶν εἰς 23 τὴν οἰκείαν, ἔπειτ' ἐπανῆλθε. γέγονε δὲ ἀγαθὸς πάντα, καθὰ καὶ Ἐπίκουρος ἐν προηγουμέναις γραφαῖς μαρτυρεῖ καὶ ἐν τῷ τρίτῳ Τιμοκράτους. τοιοῦτος δ' ὢν καὶ τὴν ἀδελφὴν Βατίδα ἐξέδοτο Ἰδομενεῖ, καὶ Λεόντιον τὴν Ἀττικὴν ἑταίραν ἀναλαβὼν εἶχε παλλακήν. ἦν δὲ καὶ ἀκατάπληκτος πρός τε τὰς ὀχλήσεις καὶ τὸν θάνατον, ὡς Ἐπίκουρος ἐν τῷ πρώτῳ Μητροδώρῳ φησί. φασὶ δὲ καὶ πρὸ ἑπτὰ ἐτῶν αὐτοῦ τελευτῆσαι πεντηκοστὸν τρίτον ἔτος ἄγοντα, καὶ αὐτὸς Ἐπίκουρος ἐν ταῖς προειρημέναις διαθήκαις, ὡς προαπεληλυθότος αὐτοῦ δηλονότι, ἐπισκήπτει περὶ τῆς ἐπιμελείας αὐτοῦ τῶν παίδων. ἔσχε δὲ καὶ τὸν προειρημένον εἰκαῖόν τινα ἀδελφὸν τοῦ Μητροδώρου Τιμοκράτην.
24 Βιβλία δέ ἐστι τοῦ Μητροδώρου τάδε·
Πρὸς τοὺς ἰατρούς, τρία,
Περὶ αἰσθήσεων,
Πρὸς Τιμοκράτην,
Περὶ μεγαλοψυχίας,
Περὶ τῆς Ἐπικούρου ἀρρωστίας,
Πρὸς τοὺς διαλεκτικούς,
Πρὸς τοὺς σοφιστάς, ἐννέα,
Περὶ τῆς ἐπὶ σοφίαν πορείας,
Περὶ τῆς μεταβολῆς,
Περὶ πλούτου,
Πρὸς Δημόκριτον,
Περὶ εὐγενείας.
Ἦν καὶ Πολύαινος Ἀθηνοδώρου Λαμψακηνός, ἐπιεικὴς καὶ φιλικός, ὡς οἱ περὶ Φιλόδημόν φασι. καὶ ὁ διαδεξάμενος αὐτὸν Ἕρμαρχος Ἀγεμόρτου Μυτιληναῖος, ἀνὴρ πατρὸς μὲν πένητος, τὰς δ' ἀρχὰς προσέχων ῥητορικοῖς.
Φέρεται καὶ τούτου βιβλία κάλλιστα τάδε·
25 Ἐπιστολικὰ περὶ Ἐμπεδοκλέους εἴκοσι καὶ δύο,
Περὶ τῶν μαθημάτων,
Πρὸς Πλάτωνα,
Πρὸς Ἀριστοτέλην.
Ἐτελεύτα δὲ παραλύσει, γενόμενος ἱκανὸς ἀνήρ.
Λεοντεύς τε Λαμψακηνὸς ὁμοίως καὶ ἡ τούτου γυνὴ Θεμίστα, πρὸς ἣν καὶ γέγραφεν ὁ Ἐπίκουρος· ἔτι τε Κολώτης καὶ Ἰδομενεύς, καὶ αὐτοὶ Λαμψακηνοί. καὶ οὗτοι μὲν ἐλλόγιμοι, ὧν ἦν καὶ Πολύστρατος ὁ διαδεξάμενος Ἕρμαρχον· ὃν διεδέξατο Διονύσιος· ὃν Βασιλείδης. καὶ Ἀπολλόδωρος δ' ὁ Κηποτύραννος γέγονεν ἐλλόγιμος, ὃς ὑπὲρ τετρακόσια συνέγραψε βιβλία· δύο τε Πτολεμαῖοι Ἀλεξανδρεῖς, ὅ τε μέλας καὶ ὁ λευκός. Ζήνων τε ὁ 26 Σιδώνιος, ἀκροατὴς Ἀπολλοδώρου, πολυγράφος ἀνήρ· καὶ Δημήτριος ὁ ἐπικληθεὶς Λάκων· Διογένης τε ὁ Ταρσεὺς ὁ τὰς ἐπιλέκτους σχολὰς συγγράψας· καὶ Ὠρίων καὶ ἄλλοι οὓς οἱ γνήσιοι Ἐπικούρειοι σοφιστὰς ἀποκαλοῦσιν.
Ἦσαν δὲ καὶ ἄλλοι Ἐπίκουροι τρεῖς· ὅ τε Λεοντέως υἱὸς καὶ Θεμίστας· ἕτερος Μάγνης· τέταρτος ὁπλομάχος.
Γέγονε δὲ πολυγραφώτατος ὁ Ἐπίκουρος, πάντας ὑπερβαλλόμενος πλήθει βιβλίων· κύλινδροι μὲν γὰρ πρὸς τοὺς τριακοσίους εἰσί. γέγραπται δὲ μαρτύριον ἔξωθεν ἐν αὐτοῖς οὐδέν, ἀλλ' αὐτοῦ εἰσιν Ἐπικούρου φωναί. ἐζήλου δὲ αὐτὸν Χρύσιππος ἐν πολυγραφίᾳ, καθά φησι Καρνεάδης παράσιτον αὐτὸν τῶν βιβλίων ἀποκαλῶν· εἰ γάρ τι γράψαι ὁ Ἐπίκουρος, φιλονεικεῖ τοσοῦτον 27 γράψαι ὁ Χρύσιππος. καὶ διὰ τοῦτο καὶ πολλάκις ταὐτὰ γέγραφε καὶ τὸ ἐπελθόν, καὶ ἀδιόρθωτα εἴακε τῷ ἐπείγεσθαι· καὶ τὰ μαρτύρια τοσαῦτά ἐστιν ὡς ἐκείνων μόνων γέμειν τὰ βιβλία, καθάπερ καὶ παρὰ Ζήνωνι ἔστιν εὑρεῖν καὶ παρὰ Ἀριστοτέλει. καὶ τὰ συγγράμματα μὲν Ἐπικούρῳ τοσαῦτα καὶ τηλικαῦτα, ὧν τὰ βέλτιστά ἐστι τάδε·
Περὶ φύσεως, ἑπτὰ καὶ τριάκοντα,
Περὶ ἀτόμων καὶ κενοῦ,
Usa las flechas ← → del teclado para pasar de capítulo.