Ir al contenido
The ConsciousLibrary

Capítulo 6 de 8

Ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου.

Μηδενὸς οὕτως ἐν παντὶ προνόει, ὡς τοῦ ἀσφαλοῦς: ἀσφαλέστερον γὰρ τοῦ λέγειν τὸ σιγᾶν: ἐᾶν δὲ τὸ λέγειν, ὅσα δίχα ἔσται νοῦ καὶ ψόγου.c 8 [Ἐπικτήτου.]

Οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου οὔτε βίον ἐκ μιᾶς ἐλπίδος ἁρμοστέον. Τοῦ αὐτοῦ.

Καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ δεῖ διαβαίνειν. [Ἐπικτήτου.]

Ψυχὴν σώματος ἀναγκαιότερον ἰᾶσθαι: τοῦ γὰρ κακῶς ζῆν τὸ τεθνάναι κρεῖσσον. [Τοῦ αὐτοῦ ̔Ἐπικλήτοὐ].

Τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει. Τοῦ αὐτοῦ.

Εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίνοιτο.

Οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν.

Ἀθάνατον χρῆμα ἡ ἀλήθεια καὶ ἀίδιον, παρέχει δὲ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὔτε παῤῥησίαν ἀφαιρε[ῖ]τὴν ὑπὸ δίκης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα διακρίνουσα ἀπ' αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.

Usa las flechas ← → del teclado para pasar de capítulo.

Ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου. · Fragmentos — Epicteto · The Conscious Library