Capítulo 18 de 26
18 Ὅτι οὐ δεῖ πρὸς τὰς ἀγγελίας ταράσσεσθαι
Ὅταν σοί τι προσαγγελθῇ ταρακτικόν, ἐκεῖνο ἔχε πρόχειρον, ὅτι ἀγγελία περὶ οὐδενὸς προαιρετικοῦ γίνεται. μή τι γὰρ δύναταί σοί τις ἀγγεῖλαι, [2] ὅτι κακῶς ὑπέλαβες ἢ κακῶς ὠρέχθης; — Οὐδαμῶς. — Ἀλλ’ ὅτι ἀπέθανέν τις· τί οὖν πρὸς σέ; ὅτι σε κακῶς τις λέγει· τί οὖν πρὸς σέ; [3] ὅτι ὁ πατὴρ τάδε τινὰ ἑτοιμάζεται· ἐπὶ τίνα; μή τι ἐπὶ τὴν προαίρεσιν; πόθεν δύναται; ἀλλ’ ἐπὶ τὸ σωμάτιον, ἐπὶ τὸ κτησείδιον· ἐσώθης, οὐκ ἐπὶ σέ. [4] [οὐκοῦν] ἀλλ’ ὁ κριτὴς ἀποφαίνεται ὅτι ἠσέβησας. περὶ Σωκράτους δ’ οὐκ ἀπεφήναντο οἱ δικασταί; μή τι σὸν ἔργον ἐστὶ τὸ ἐκεῖνον ἀποφήνασθαι; — Οὔ. — Τί οὖν ἔτι σοι μέλει; [5] ἔστι τι τοῦ πατρός σου ἔργον, ὃ ἂν μὴ ἐκπληρώσῃ, ἀπώλεσεν τὸν πατέρα, τὸν φιλόστοργον, τὸν ἥμερον. ἄλλο δὲ μηδὲν ζήτει τούτου ἕνεκα αὐτὸν ἀπολέσ[θ]αι. οὐδέποτε γὰρ ἐν ἄλλῳ μέν τις ἁμαρτάνει, εἰς ἄλλο δὲ βλάπτεται. [6] πάλιν σὸν ἔργον τὸ ἀπολογηθῆναι εὐσταθῶς, αἰδημόνως, ἀοργήτως. εἰ δὲ μή, ἀπώλεσας καὶ σὺ τὸν υἱόν, τὸν αἰδήμονα, τὸν γενναῖον. [7] τί οὖν; ὁ κριτὴς ἀκίνδυνός ἐστιν; οὔ· ἀλλὰ κἀκείνῳ τὰ ἴσα κινδυνεύεται. τί οὖν ἔτι φοβῇ, τί ἐκεῖνος κρινεῖ; τί σοὶ καὶ τῷ ἀλλοτρίῳ κακῷ; [8] σὸν κακόν ἐστι τὸ κακῶς ἀπολογηθῆναι· τοῦτο φυλάσσου μόνον· κριθῆναι δ’ ἢ μὴ κριθῆναι ὥσπερ ἄλλου ἐστὶν ἔργον, οὕτως κακὸν ἄλλου ἐστίν. " [9] ἀπειλεῖ σοι ὁ δεῖνα." ἐμοί; οὔ. "ψέγει σε." αὐτὸς ὄψεται, πῶς ποιεῖ τὸ ἴδιον ἔργον. "μέλλει σε κατακρινεῖν ἀδίκως." ἄθλιος.
Usa las flechas ← → del teclado para pasar de capítulo.