Ir al contenido
The ConsciousLibrary

Capítulo 3 de 26

3 Πρὸς τοὺς συνιστάντας τινὰς τοῖς φιλοσόφοις

Καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρ’ αὐτοῦ λαβεῖν συστατικὰ "ὅτι μὲν ἄνθρωπος", φησίν, "εἶ, καὶ ἰδὼν γνώσεται· εἰ δ’ ἀγαθὸς ἢ κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ κακούς, γνώσεται, εἰ δ’ ἄπειρος, οὐδ’ ἂν μυριάκις γράψω αὐτῷ" [2]. ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συσταθῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός ἐστιν, σὺ σαυτὴν συστήσεις. [3] ἔδει οὖν τοιοῦτόν τι ἔχειν ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπ’ ἀργυρίου, ἵν’ εἰπεῖν δύνωμαι καθάπερ ὁ ἀργυρογνώμων λέγει "φέρε ἣν θέλεις δραχμὴν καὶ διαγνώσομαι" [4]. ἀλλ’ ἐπὶ συλλογισμῶν "φέρε ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόν τε καὶ μή". διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς· ἔχω τὴν δύναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλογισμοὺς κατορθούντων. [5] ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναντίον ἢ ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.

Usa las flechas ← → del teclado para pasar de capítulo.

3 Πρὸς τοὺς συνιστάντας τινὰς τοῖς φιλοσόφοις · Disertaciones, libro II — Epicteto · The Conscious Library