Ir al contenido
The ConsciousLibrary

Capítulo 24 de 31

23 Πρὸς Ἐπίκουρον

Ἐπινοεῖ καὶ Ἐπίκουρος ὅτι φύσει ἐσμὲν κοινωνικοί, ἀλλ’ ἅπαξ ἐν τῷ κελύφει θεὶς τὸ ἀγαθὸν ἡμῶν οὐκέτι δύναται ἄλλο οὐδὲν εἰπεῖν. [2] πάλιν γὰρ ἐκείνου λίαν κρατεῖ, ὅτι οὐ δεῖ ἀπεσπασμένον οὐδὲν τῆς τοῦ ἀγαθοῦ οὐσίας οὔτε θαυμάζειν οὔτ’ ἀποδέχεσθαι· καὶ καλῶς αὐτοῦ κρατεῖ. [3] πῶς οὖν ὑπονοητικοί ἐσμεν, οἷς μὴ φυσικὴ ἔστι πρὸς τὰ ἔγγονα φιλοστοργία; διὰ τί ἀποσυμβουλεύεις τῷ σοφῷ τεκνοτροφεῖν; τί φοβῇ μὴ διὰ ταῦτα εἰς λύπας ἐμπέσῃ; [4] διὰ γὰρ τὸν μῦν τὸν ἔσω τρεφόμενον ἐμπίπτει; τί οὖν αὐτῷ μέλει, ἂν μυίδιον μικρὸν ἔσω κατακλαίῃ αὐτοῦ; [5] ἀλλ’ οἶδεν, ὅτι, ἂν ἅπαξ γένηται παιδίον, οὐκέτι ἐφ’ ἡμῖν ἐστι μὴ στέργειν μηδὲ φροντίζειν ἐπ’ αὐτῷ. [6] διὰ τοῦτο φησὶν οὐδὲ πολιτεύσεσθαι τὸν νοῦν ἔχοντα· οἶδεν γὰρ τίνα δεῖ ποιεῖν τὸν πολιτευόμενον· ἐπείτοι εἰ ὡς ἐν μυίαις μέλλεις ἀναστρέφεσθαι, τί κωλύει; [7] ἀλλ’ ὅμως εἰδὼς ταῦτα τολμᾷ λέγειν ὅτι "μὴ ἀναιρώμεθα τέκνα". ἀλλὰ πρόβατον μὲν οὐκ ἀπολείπει τὸ αὑτοῦ ἔγγονον οὐδὲ λύκος, ἄνθρωπος δ’ ἀπολείπει; [8] τί θέλεις; μωροὺς ἡμᾶς εἶναι ὡς τὰ πρόβατα; οὐδ’ ἐκεῖνα ἀπολείπει. θηριώδεις ὡς τοὺς λύκους; οὐδ’ ἐκεῖνοι ἀπολ [9] είπουσιν. ἄγε, τίς δέ σοι πείθεται ἰδὼν παιδίον αὐτοῦ κλαῖον ἐπὶ τὴν γῆν πεπτωκός; [10] ἐγὼ μὲν οἶμαι ὅτι εἰ καὶ ἐμαντεύσατο ἡ μήτηρ σου καὶ ὁ πατήρ, ὅτι μέλλεις ταῦτα λέγειν, οὐκ ἄν σε ἔῤῥιψαν.

Usa las flechas ← → del teclado para pasar de capítulo.

23 Πρὸς Ἐπίκουρον · Disertaciones, libro I — Epicteto · The Conscious Library