Ir al contenido
The ConsciousLibrary

Capítulo 22 de 31

21 Πρὸς τοὺς θαυμάζεσθαι θέλοντας

Ὅταν τις ἣν δεῖ στάσιν ἔχῃ ἐν τῷ βίῳ, ἔξω οὐ κέχηνεν. [2] ἄνθρωπε, τί θέλεις σοι γενέσθαι; ἐγὼ μὲν ἀρκοῦμαι, ἂν ὀρέγωμαι καὶ ἐκκλίνω κατὰ φύσιν, ἂν ὁρμῇ καὶ ἀφορμῇ χρῶμαι ὡς πέφυκα, ἂν προ[σ]θέσει, ἂν ἐπιβολῇ, ἂν συγκαταθέσει. τί οὖν ἡμῖν ὀβελίσκον καταπιὼν περιπατεῖς; [3] "ἤθελον, ἵνα με καὶ οἱ ἀπαντῶντες θαυμάζωσιν καὶ ἐπακολουθοῦντες ἐπικραυγάζωσιν· ὦ μεγάλου φιλοσόφου. [4] " τίνες εἰσὶν οὗτοι, ὑφ’ ὧν θαυμάζεσθαι θέλεις; οὐχ οὗτοί εἰσι, περὶ ὧν εἴωθας λέγειν ὅτι μαίνονται; τί οὖν; ὑπὸ τῶν μαινομένων θαυμάζεσθαι θέλεις;

Usa las flechas ← → del teclado para pasar de capítulo.

21 Πρὸς τοὺς θαυμάζεσθαι θέλοντας · Disertaciones, libro I — Epicteto · The Conscious Library