Ir al contenido
The ConsciousLibrary

Capítulo 20 de 31

19 Πῶς ἔχειν δεῖ πρὸς τοὺς τυράννους

Ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος ᾖ, πεφυσῆσθαι δι’ αὐτό. [2] εὐθὺς ὁ τύραννος λέγει "ἐγώ εἰμι ὁ πάντων κράτιστος." καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις; ὁρμὴν ἀναμάρτητον; [3] καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαῤῥεῖς ἢ τῷ εἰδότι; ἐπὶ δ’ ἅρματος τίνι ἢ τῷ εἰδότι; [4] τί δ’ ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί οὖν δύνασαι; "πάντες με θεραπεύουσιν." καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά μου κρείττονά ἐστιν; οὔ· ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ θεραπεύω; [5] οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω; οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δ’ οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον; δείκνυε. [6] τίς σοι θέλει ὅμοιος γενέσθαι, τίς σου ζηλωτὴς γίνεται ὡς Σωκράτους; "ἀλλὰ δύναμαί σε τραχηλοκοπῆσαι." καλῶς λέγεις. ἐξελαθόμην ὅτι σε δεῖ θεραπεύειν καὶ ὡς πυρετὸν καὶ ὡς χολέραν καὶ βωμὸν στῆσαι, ὡς ἐν Ῥώμῃ Πυρετοῦ βωμός ἐστιν.

[7] Τί οὖν ἐστι τὸ ταράσσον καὶ καταπλῆττον τοὺς πολλούς; ὁ τύραννος καὶ οἱ δορυφόροι; πόθεν; μὴ γένοιτο· οὐκ ἐνδέχεται τὸ φύσει ἐλεύθερον ὑπ’ ἄλλου τινὸς ταραχθῆναι ἢ κωλυθῆναι πλὴν ὑφ’ ἑαυτοῦ. [8] ἀλλὰ τὰ δόγματα αὐτὸν ταράσσει. ὅταν γὰρ ὁ τύραννος εἴπῃ τινὶ "δήσω σου τὸ σκέλος", ὁ μὲν τὸ σκέλος τετιμηκὼς λέγει "μή· ἐλέησον", ὁ δὲ τὴν προαίρεσιν τὴν ἑαυτοῦ λέγει "εἴ σοι λυσιτελέστερον φαίνεται, δῆσον". "οὐκ ἐπιστρέφῃ; [9] " "οὐκ ἐπιστρέφομαι." "ἐγώ σοι δείξω ὅτι κύριός εἰμι." "πόθεν σύ; ἐμὲ ὁ Ζεὺς ἐλεύθερον ἀφῆκεν. ἢ δοκεῖς ὅτι ἔμελλεν τὸν ἴδιον υἱὸν ἐᾶν καταδουλοῦσθαι; τοῦ νεκροῦ δέ μου κύριος εἶ, λάβε αὐτόν. [10] " "ὥσθ’ ὅταν μοι προσίῃς, ἐμὲ οὐ θεραπεύεις;" "οὐ· ἀλλ’ ἐμαυτόν. εἰ δὲ θέλεις με λέγειν ὅτι καὶ σέ, λέγω σοι οὕτως ὡς τὴν χύτραν."

Τοῦτο οὐκ ἔστιν φίλαυτον· [11] γέγονε γὰρ οὕτως τὸ ζῷον· αὑτοῦ ἕνεκα πάντα ποιεῖ. καὶ γὰρ ὁ ἥλιος αὑτοῦ ἕνεκα πάντα ποιεῖ καὶ τὸ λοιπὸν αὐτὸς ὁ Ζεύς. [12] ἀλλ’ ὅταν θέλῃ εἶναι Ὑέτιος καὶ Ἐπικάρπιος καὶ πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁρᾷς ὅτι τούτων τῶν ἔργων καὶ τῶν προσηγοριῶν οὐ δύναται τυχεῖν, ἂν μὴ εἰς τὸ κοινὸν ὠφέλιμος ᾖ. [13] καθόλου τε τοιαύτην τὴν φύσιν τοῦ λογικοῦ ζῴου κατεσκεύασεν, ἵνα μηδενὸς τῶν ἰδίων ἀγαθῶν δύνηται τυγχάνειν, ἂν μή τι εἰς τὸ κοινὸν ὠφέλιμον προσφέρηται. [14] οὕτως οὐκέτι ἀκοινώνητον γίνεται τὸ πάντα αὑτοῦ ἕνεκα ποιεῖν. [15] ἐπεὶ τί ἐκδέχῃ; ἵνα τις ἀποστῇ αὑτοῦ καὶ τοῦ ἰδίου συμφέροντος; καὶ πῶς ἔτι μία καὶ ἡ αὐτὴ ἀρχὴ πᾶσιν ἔσται ἡ πρὸς αὐτὰ οἰκείωσις;

Τί οὖν; [16] ὅταν ὑπῇ δόγματα ἀλλόκοτα περὶ τῶν ἀπροαιρέτων [π]ὡς ὄντων ἀγαθῶν καὶ κακῶν, πᾶσα ἀνάγκη θεραπεύει [17] ν τοὺς τυράννους. ὤφελον γὰρ τοὺς τυράννους μόνον, τοὺς κοιτωνίτας δ’ οὔ. πῶς δὲ καὶ φρόνιμος γίνεται ἐξαίφνης ὁ ἄνθρωπος, ὅταν Καῖσαρ αὐτὸν ἐπὶ τοῦ λασάνου ποιήσῃ· πῶς εὐθὺς λέγομεν "φρονίμως μοι λελάληκεν Φηλικίων" [18]. ἤθελον αὐτὸν ἀποβληθῆναι τοῦ κοπρῶνος, ἵνα πάλιν ἄφρων σοι δοκῇ. [19] εἶχέν τινα Ἐπαφρόδιτος σκυτέα, ὃν διὰ τὸ ἄχρηστον εἶναι ἐπώλησεν. εἶτα ἐκεῖνος κατά τινα δαίμονα ἀγορασθεὶς ὑπό τινος τῶν Καισαριανῶν τοῦ Καίσαρος σκυτεὺς ἐγένετο. εἶδες ἂν πῶς αὐτὸν ἐτίμα ὁ Ἐπαφρόδιτος· " [20] τί πράσσει Φηλικίων ὁ ἀγαθός; [21] φιλῶ σε." εἶτα εἴ τις ἡμῶν ἐπύθετο "τί ποιεῖ αὐτός;" ἐλέγετο ὅτι "μετὰ Φηλικίωνος βουλεύεται περί τινος" [22]. οὐχὶ γὰρ πεπράκει αὐτὸν ὡς ἄχρηστον; τίς οὖν αὐτὸν ἄφνω φρόνιμον ἐποίησεν; [23] τοῦτ’ ἔστι τὸ τιμᾶν ἄλλο τι ἢ τὰ προαιρετικά.

" [24] Ἠξίωται δημαρχίας." πάντες οἱ ἀπαντῶντες συνήδονται· ἄλλος τοὺς ὀφθαλμοὺς καταφιλεῖ, ἄλλος τὸν τράχηλον, οἱ δοῦλοι τὰς χεῖρας. ἔρχεται εἰς οἶκον, εὑρίσκει λύχνους ἁπτομένους. ἀναβαίνει εἰς τὸ Καπιτώλιον, ἐπιθύει. [25] τίς οὖν πώποτε ὑπὲρ τοῦ ὀρεχθῆναι καλῶς ἔθυσεν; ὑπὲρ τοῦ ὁρμῆσαι κατὰ φύσιν; ἐκεῖ γὰρ καὶ θεοῖς εὐχαριστοῦμεν, ὅπου τὸ ἀγαθὸν τιθέμεθα.

[26] Σήμερόν τις ὑπὲρ ἱερωσύνης ἐλάλει μοι τοῦ Αὐγούστου. λέγω αὐτῷ "ἄνθρωπε, ἄφες τὸ πρᾶγμα· δαπανήσεις πολλὰ εἰς οὐδέν. [27] " — "Ἀλλ’ οἱ τὰς [φ]ὠνάς", φησί, "γράφοντες γράψουσι τὸ ἐμὸν ὄνομα." — "Μή τι οὖν σὺ τοῖς ἀναγιγνώσκουσι λέγεις παρών· ἐμὲ γεγράφασιν; [28] εἰ δὲ καὶ νῦν δύνασαι παρεῖναι πᾶσιν, ἐὰν ἀποθάνῃς, τί ποιήσεις;" — "Μενεῖ μου τὸ ὄνομα." — "Γράψον αὐτὸ εἰς λίθον καὶ μενεῖ. ἄγε ἔξω δὲ Νικοπόλεως τίς σου μνεία; [29] " — "Ἀλλὰ χρυσοῦν στέφανον φορήσω." — "Εἰ ἅπαξ ἐπιθυμεῖς στεφάνου, ῥόδινον λαβὼν περίθου· ὄψει γὰρ κομψότερον."

Usa las flechas ← → del teclado para pasar de capítulo.

19 Πῶς ἔχειν δεῖ πρὸς τοὺς τυράννους · Disertaciones, libro I — Epicteto · The Conscious Library