Chapter 8 of 71
7
7. Arısror. Metaph. A 5. 986229 zul γὰρ ἐγένετο τὴν ἡλικίαν ᾿Αλχμαίων (νέος. ἐπὶ γέροντι Πυϑαγόραι (vgl. Iambl. V. P. 104). Aus Aristoteles Buch Περὶ τῶν Πυϑαγορείων [Rose fr. 191] AroLıon. mir. 6 τούτοις δὲ ἐπιγενόμενος [Epimenides, Aristeas, Hermotimos, Abaris, Pherekydes] Πυϑαγόρας Μνησάρχου υἱὸς τὸ μὲν πρῶτον διεπονεῖτο περὶ τὰ μαϑήματα χαὶ τοὺς ἀριϑμούς, ὕστερον δέ ποτε zul τῆς Φερεχύδου τερατοποιίας οὐκ ἀπέστη. χαὶ γὰρ (ἐν) Μεταποντίωι
πλοίου εἰσερχομένου φορτίον ἔχοντος καὶ τῶν παρατυχόντων εὐχομένων σω- στὸν χατελϑεῖν διὰ τὸν φόρτον ἑστῶτα τοῦτον εἰπεῖν “γεχρὸν τοίνυν φανή- σεται ὑμῖν σῶμα ἄγον τὸ πλοῖον τοῦτο. πάλιν δ᾽ ἐν Καυλωνίαι, ὥς φησιν ᾿Δριστοτέλης (προυσήμηνε τὴν λευχὴν ἄρχτον. καὶ ὃ αὐτος ᾿Αριστοτέλης) γρά- φων περὶ αὐτοῦ πολλὰ μὲν καὶ ἄλλα λέγει καὶ “τὸν ἐν Τυρρηνίαι, φησίν, δάχνοντα ϑανάσιμον ὄφιν αὐτὸς δάκνων ἀπέκτεινεν. καὶ τὴν γενομένην δὲ στάσιν τοῖς Πυϑαγορείοις προειπεῖν. διὸ καὶ εἰς Μεταπόντιον ἀπῆιρεν ὑπὸ μηδενὸς ϑεωρηϑείς, καὶ ὑπὸ τοῦ Κάσα ποταμοῦ διαβαίνων σὺν ἄλλοις ἤχουσε φωνὴν μεγάλην ὑπὲρ ἀνϑρωπον᾽" “Πυϑαγόρα, χαῖρε. τοὺς δὲ παρόντας περι- δεεῖς γενέσϑαι. ἐφάνη δέ ποτε καὶ ἐν Κρότωνι καὶ ἐν Μεταποντίωι τῆι αὐτῆι ἡμέραι χαὶ ὥραι. ἐν ϑεάτρωι δὲ χαϑήμενός ποτε ἐξανίστατο, ὡς φησιν ’Agı- στοτέλης, καὶ τὸν ἴδιον μηρὸν παρέφηνε τοῖς χαϑημένοις ὡς χρυσοῦν. TAMBL. V.P. 31 [Ar. fr. 192] ἱστορεῖ δὲ καὶ ᾿Αριστοτέλης ἐν τοῖς Περὶ τῆς Πυϑαγο- ρικῆς φιλοσοφίας διαίρεσίν τινα τοιάνδε ὑπὸ τῶν ἀνδρῶν ἐν τοῖς πάνυ ἀπορ- ρήτοις διαφυλάττεσϑαι᾽ τοῦ λογικοῦ ζώιου τὸ μέν ἐστι ϑεός, τὸ δ᾽ ἄνϑρωπος, τὸ δὲ οἷον Πυϑαγόρας.
Use the ← → keys to move between chapters.