Skip to content
The ConsciousLibrary

Chapter 5 of 71

4

4. Isocr. Bus. 28 Πυϑαγόρας ὃ Σάμιος... ἀφικόμενος εἰς Αἴγυπτον χαὶ μαϑητὴς ἐχείνων γενόμενος τήν τ ᾿ ἄλλην φιλοσοφίαν πρῶτος εἰς τοὺς Ἕλληνας ἐχόμισε καὶ τὰ περὶ τὰς ϑυσίας zal τὰς ἁγιστείας τὰς ἐν τοῖς ἱεροῖς ἐπιφανέ- στερον τῶν ἄλλων ἐσπούδασεν ἡγούμενος, εἰ καὶ μηδὲν αὐτῶι διὰ ταῦτα πλέον γίγνοιτο παρὰ τῶν ϑεῶν, ἀλλ᾽ οὖν παρά γε τοῖς ἀνϑρώποις &x τούτων μά- λιστ᾽ εὐδοχιμήσειν. 29. ὅπερ αὐτῶι καὶ συνέβη. τοσοῦτον γὰρ εὐδοξίαι τοὺς ἄλλους ὑπερέβαλ εν, ὥστε καὶ τοὺς νεωτέρους ἅπαντας ἐπιϑυμεῖν αὐτοῦ μαϑητὰς εἶναι, καὶ τοὺς πρεσβυτέρους ἥδιον δρᾶν τοῦς παῖδας τοὺς αὑτῶν ἐχείνωι συ: μένους ἢ τῶν οἰχείων ἐπιμελουμένους. καὶ τούτοις οὐχ οἷόν τ᾿ ἀπιστεῖν᾽ ἔτι γὰρ καὶ νῦν τοὺς προσποιουμένους ἐχείνου μαϑητὰς εἶναι μᾶλλον σιγῶντας ϑαυμάζουσιν ἢ τοὺς ἐπὶ τῶι λέγειν μεγίστην δόξαν ἔχοντας.

Use the ← → keys to move between chapters.

4 · Fragments (Diels-Kranz 22 B 1–126) — Heraclitus · The Conscious Library