Chapter 4 of 13
Διογένης · 3
61 Ἀπὸ συκῆς ὠπώριζε· τοῦ δὲ φυλάττοντος εἰπόντος, « Αὐτόθεν πρώην ἄνθρωπος ἀπήγξατο, » « Ἐγὼ οὖν, » φησίν, « αὐτὴν καθαρῶ. » Ἰδὼν Ὀλυμπιονίκην εἰς ἑταίραν πυκνότερον ἀτενίζοντα, « Ἴδε, » ἔφη, « κριὸν Ἀρειμάνιον ὡς ὑπὸ τοῦ τυχόντος κορασίου τραχηλίζεται. » Τὰς εὐπρεπεῖς ἑταίρας ἔλεγε θανασίμῳ μελικράτῳ παραπλησίας εἶναι. Ἀριστῶντι αὐτῷ ἐν ἀγορᾷ οἱ περιεστῶτες συνεχὲς ἔλεγον, « Κύον· » ὁ δέ, « Ὑμεῖς, » εἶπεν, « ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε. » Δύο μαλακῶν περικρυπτομένων αὐτὸν ἔφη, « Μὴ εὐλαβεῖσθε· κύων τεῦτλα οὐ τρώγει. » 62 Περὶ παιδὸς πεπορνευκότος ἐρωτηθεὶς πόθεν εἴη, « Τεγεάτης, » ἔφη. Ἀφυῆ παλαιστὴν θεασάμενος ἰατρεύοντα ἔφη, « Τί τοῦτο; Ἢ ἵνα τούς ποτέ σε νικήσαντας νῦν καταβάλῃς; » Θεασάμενος υἱὸν ἑταίρας λίθον εἰς ὄχλον βάλλοντα, « Πρόσεχε, » ἔφη, « μὴ τὸν πατέρα πλήξῃς. »
Δείξαντος αὐτῷ παιδαρίου μάχαιραν ἣν εἰλήφει παρ' ἐραστοῦ, « Ἡ μὲν μάχαιρα, » ἔφη, « καλή, ἡ δὲ λαβὴ αἰσχρά· » ἐπαινούντων τινῶν τὸν ἐπιδόντα αὐτῷ ἔφη, « Ἐμὲ δ' οὐκ ἐπαινεῖτε τὸν ἄξιον λαβεῖν. » Ἀπαιτούμενος ὑπό τινος τρίβωνα ἔφη, « Εἰ μὲν ἐχαρίσω, ἔχω· εἰ δ' ἔχρησας, χρῶμαι. » Ὑποβολιμαίου τινὸς εἰπόντος αὐτῷ ὅτι χρυσὸν ἔχοι ἐν τῷ ἱματίῳ, « Ναί, » ἔφη, « διὰ τοῦτο αὐτὸ ὑποβεβλημένος κοιμῶμαι. » 63 Ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, « Καὶ εἰ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι. » Ἐρωτηθεὶς πόθεν εἴη, « Κοσμοπολίτης, » ἔφη. Θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη, « Περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε; » Ἔρανόν ποτ' αἰτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη,
Τοὺς ἄλλους ἐράνιζ', ἀπὸ δ' Ἕκτορος ἴσχεο χεῖρας.
Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας· αἰτεῖν γὰρ ὅ τι ἂν δόξῃ αὐταῖς. Ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον Διόνυσον, « Κἀμέ, » ἔφη, « Σάραπιν ποιήσατε. » Πρὸς τὸν ὀνειδίζοντα ὅτι εἰς τόπους ἀκαθάρτους εἰσίοι, « Καὶ γὰρ ὁ ἥλιος, » ἔφη, « Εἰς τοὺς ἀποπάτους, ἀλλ' οὐ μιαίνεται. »
64 Ἐν ἱερῷ δειπνῶν, μεταξὺ ῥυπαρῶν ἄρτων παρατεθέντων, ἄρας αὐτοὺς ἔρριψεν, εἰπὼν εἰς ἱερὸν μὴ δεῖν ῥυπαρὸν εἰσιέναι. Πρὸς τὸν εἰπόντα, « Οὐδὲν εἰδὼς φιλοσοφεῖς, » ἔφη, « εἰ καὶ προσποιοῦμαι σοφίαν, καὶ τοῦτο φιλοσοφεῖν ἐστι. » Πρὸς τὸν συνιστάντα τὸν παῖδα καὶ λέγοντα ὡς εὐφυέστατός ἐστι καὶ τὰ ἤθη κράτιστος, « Τί οὖν, » εἶπεν, « ἐμοῦ χρῄζει; » Τοὺς λέγοντας μὲν τὰ σπουδαῖα, μὴ ποιοῦντας δέ, ἔλεγε μηδὲν διαφέρειν κιθάρας· καὶ γὰρ ταύτην μήτ' ἀκούειν μήτ' αἰσθάνεσθαι. Εἰς θέατρον εἰσῄει ἐναντίος τοῖς ἐξιοῦσιν· ἐρωτηθεὶς δὲ διὰ τί, « Τοῦτο, » ἔφη, « ἐν παντὶ τῷ βίῳ ἐπιτηδεύω ποιεῖν. »
65 Ἰδών ποτε νεανίσκον θηλυνόμενον, « Οὐκ αἰσχύνῃ, » ἔφη, « χείρονα τῆς φύσεως περὶ σεαυτοῦ βουλευόμενος; Ἡ μὲν γάρ σε ἄνδρα ἐποίησε, σὺ δὲ σεαυτὸν βιάζῃ γυναῖκα εἶναι. » Ἰδὼν ἄφρονα ψαλτήριον ἁρμοζόμενον, « Οὐκ αἰσχύνῃ, » ἔφη, « τοὺς μὲν φθόγγους τῷ ξύλῳ προσαρμόττων, τὴν δὲ ψυχὴν εἰς τὸν βίον μὴ ἁρμόττων; » Πρὸς τὸν εἰπόντα, « Ἀνεπιτήδειός εἰμι πρὸς φιλοσοφίαν, » « Τί οὖν, » ἔφη, « ζῇς, εἰ τοῦ καλῶς ζῆν μὴ μέλει σοι; » Πρὸς τὸν καταφρονοῦντα τοῦ πατρός, « Οὐκ αἰσχύνῃ, » ἔφη, « καταφρονῶν τούτου δι' ὃν μέγα φρονεῖς; » Ἰδὼν εὐπρεπῆ νεανίσκον ἀπρεπῶς λαλοῦντα, « Οὐκ αἰσχύνῃ, » ἔφη, « ἐξ ἐλεφαντίνου κολεοῦ μολυβδίνην ἕλκων μάχαιραν; »
66 Ὀνειδιζόμενος ὅτι ἐν καπηλείῳ πίνει, « Καὶ ἐν κουρείῳ, » φησί, « κείρομαι. » Ὀνειδιζόμενος ὅτι παρ' Ἀντιπάτρου τριβώνιον ἔλαβεν, ἔφη,
οὔτοι ἀπόβλητ' ἐστὶ θεῶν ἐρκυδέα δῶρα.
Πρὸς τὸν ἐνσείσαντα αὐτῷ δοκόν, εἶτα εἰπόντα, « Φύλαξαι, » πλήξας αὐτὸν τῇ βακτηρίᾳ, ἔφη, « Φύλαξαι. » Πρὸς τὸν λιπαροῦντα τῇ ἑταίρᾳ, « Τί θέλεις, » ἔφη, « τυχεῖν, ὦ ταλαίπωρε, οὗ τὸ ἀποτυχεῖν ἄμεινόν ἐστι; » Πρὸς τὸν μυριζόμενον, « Βλέπε, » εἶπε, « μὴ ἡ τῆς κεφαλῆς σου εὐωδία δυσωδίαν σου τῷ βίῳ παράσχῃ. » Τοὺς μὲν οἰκέτας τοῖς δεσπόταις, τοὺς δὲ φαύλους ταῖς ἐπιθυμίαις δουλεύειν.
67 Ἐρωτηθεὶς διὰ τί ἀνδράποδα ἐκλήθη, « Ὅτι, » φησί, « τοὺς πόδας ἀνδρῶν εἶχον, τὴν δὲ ψυχὴν ὁποίαν σὺ νῦν ὁ ἐξετάζων. » Ἄσωτον ᾔτει μνᾶν· πυθομένου δὲ διὰ τί τοὺς μὲν ἄλλους ὀβολὸν αἰτεῖ, αὐτὸν δὲ μνᾶν, « Ὅτι, » εἶπε, « παρὰ μὲν τῶν ἄλλων πάλιν ἐλπίζω λαβεῖν, παρὰ δὲ σοῦ θεῶν ἐν γούνασι κεῖται εἰ πάλιν λήψομαι. » Ὀνειδιζόμενος ὅτι αὐτὸς αἰτεῖ, Πλάτωνος μὴ αἰτοῦντος, « Κἀκεῖνος, » εἶπεν, « αἰτεῖ, ἀλλ'
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ' οἱ ἄλλοι. »
Ἰδὼν τοξότην ἀφυῆ παρὰ τὸν σκοπὸν ἐκάθισεν, εἰπών, « Ἵνα μὴ πληγῶ. » Τοὺς ἐρῶντας ἔφη πρὸς ἡδονὴν ἀτυχεῖν.
68 Ἐρωτηθεὶς εἰ κακὸς ὁ θάνατος, « Πῶς, » εἶπε, « κακός, οὗ παρόντος οὐκ αἰσθανόμεθα; » Πρὸς Ἀλέξανδρον ἐπιστάντα καὶ εἰπόντα, « Οὐ φοβῇ με; », « Τί γάρ, » εἶπεν, « εἶ; Ἀγαθὸν ἢ κακόν; » Τοῦ δὲ εἰπόντος, « Ἀγαθόν, » « Τίς οὖν, » εἶπε, « Τὸ ἀγαθὸν φοβεῖται; » Τὴν παιδείαν εἶπε τοῖς μὲν νέοις σωφροσύνην, τοῖς δὲ πρεσβυτέροις παραμυθίαν, τοῖς δὲ πένησι πλοῦτον, τοῖς δὲ πλουσίοις κόσμον εἶναι. Πρὸς Διδύμωνα τὸν μοιχὸν ἰατρεύοντά ποτε κόρης ὀφθαλμόν, « Ὅρα, » φησί, « μὴ τὸν ὀφθαλμὸν τῆς παρθένου θεραπεύων τὴν κόρην φθείρῃς. » Εἰπόντος τινὸς ὅτι ὑπὸ τῶν φίλων ἐπιβουλεύεται, « Καὶ τί δεῖ πράττειν, » ἔφη, « εἰ δεήσει τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς ὁμοίως χρῆσθαι; »
69 Ἐρωτηθεὶς τί κάλλιστον ἐν ἀνθρώποις, ἔφη, « Παρρησία. » Εἰσελθὼν εἰς διδασκάλου καὶ Μούσας μὲν ἰδὼν πολλάς, μαθητὰς δὲ ὀλίγους, « Σὺν θεοῖς, » ἔφη, « διδάσκαλε, πολλοὺς μαθητὰς ἔχεις. » Εἰώθει δὲ πάντα ποιεῖν ἐν τῷ μέσῳ, καὶ τὰ Δήμητρος καὶ τὰ Ἀφροδίτης. Καὶ τοιούτους τινὰς ἠρώτα λόγους· εἰ τὸ ἀριστᾶν μηδὲν εἴη ἄτοπον, οὐδ' ἐν ἀγορᾷ ἐστιν ἄτοπον· οὐκ ἔστι δ' ἄτοπον τὸ ἀριστᾶν· οὐδ' ἐν ἀγορᾷ ἄρα ἐστὶν ἄτοπον. Χειρουργῶν δ' ἐν μέσῳ συνεχές, « Εἴθε ἦν, » ἔλεγε, « καὶ τὴν κοιλίαν παρατριψάμενον τοῦ λιμοῦ παύσασθαι· » ἀναφέρεται δὲ καὶ ἄλλα εἰς αὐτόν, ἃ μακρὸν ἂν εἴη καταλέγειν πολλὰ ὄντα.
70 Διττὴν δ' ἔλεγε εἶναι τὴν ἄσκησιν, τὴν μὲν ψυχικήν, τὴν δὲ σωματικήν· ταύτην καθ' ἣν ἐν γυμνασίᾳ συνεχεῖς γινόμεναι φαντασίαι εὐλυσίαν πρὸς τὰ τῆς ἀρετῆς ἔργα παρέχονται. Εἶναι δ' ἀτελῆ τὴν ἑτέραν χωρὶς τῆς ἑτέρας, οὐδὲν ἧττον εὐεξίας καὶ ἰσχύος ἐν τοῖς προσήκουσι γενομένης, ὡς περὶ τὴν ψυχὴν καὶ περὶ τὸ σῶμα. Παρετίθετο δὲ τεκμήρια τοῦ ῥᾳδίως ἀπὸ τῆς γυμνασίας ἐν τῇ ἀρετῇ καταγίνεσθαι· ὁρᾶν τε γὰρ ἔν τε ταῖς τέχναις βαναύσοις καὶ ταῖς ἄλλαις οὐ τὴν τυχοῦσαν ὀξυχειρίαν τοὺς τεχνίτας ἀπὸ τῆς μελέτης πεποιημένους τούς τ' αὐλητὰς καὶ τοὺς ἀθλητὰς ὅσον ὑπερφέρουσιν ἑκάτεροι τῇ ἰδίᾳ πονήσει τῇ συνεχεῖ, καὶ ὡς οὗτοι εἰ μετήνεγκαν τὴν ἄσκησιν καὶ ἐπὶ τὴν ψυχήν, οὐκ ἂν ἀνωφελῶς καὶ ἀτελῶς ἐμόχθουν.
71 Οὐδέν γε μὴν ἔλεγε τὸ παράπαν ἐν τῷ βίῳ χωρὶς ἀσκήσεως κατορθοῦσθαι, δυνατὴν δὲ ταύτην πᾶν ἐκνικῆσαι. Δέον οὖν ἀντὶ τῶν ἀχρήστων πόνων τοὺς κατὰ φύσιν ἑλομένους ζῆν εὐδαιμόνως, παρὰ τὴν ἄνοιαν κακοδαιμονοῦσι. Καὶ γὰρ αὐτῆς τῆς ἡδονῆς ἡ καταφρόνησις ἡδυτάτη προμελετηθεῖσα, καὶ ὥσπερ οἱ συνεθισθέντες ἡδέως ζῆν, ἀηδῶς ἐπὶ τοὐναντίον μετίασιν, οὕτως οἱ τοὐναντίον ἀσκηθέντες ἥδιον αὐτῶν τῶν ἡδονῶν καταφρονοῦσι. Τοιαῦτα διελέγετο καὶ ποιῶν ἐφαίνετο, ὄντως νόμισμα παραχαράττων, μηδὲν οὕτω τοῖς κατὰ νόμον ὡς τοῖς κατὰ φύσιν διδούς· τὸν αὐτὸν χαρακτῆρα τοῦ βίου λέγων διεξάγειν ὅνπερ καὶ Ἡρακλῆς, μηδὲν ἐλευθερίας προκρίνων.
72 Πάντα τῶν σοφῶν εἶναι λέγων καὶ τοιούτους λόγους ἐρωτῶν οἵους ἄνω προειρήκαμεν· πάντα τῶν θεῶν ἐστι· φίλοι δὲ τοῖς σοφοῖς οἱ θεοί· κοινὰ δὲ τὰ τῶν φίλων· πάντα ἄρα τῶν σοφῶν. Περί τε τοῦ νόμου ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι· οὐ γάρ φησιν ἄνευ πόλεως ὄφελός τι εἶναι ἀστείου· ἀστεῖον δὲ ἡ πόλις· νόμου δὲ ἄνευ πόλεως οὐδὲν ὄφελος· ἀστεῖον ἄρα ὁ νόμος. Εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων· μόνην τε ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. Ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδὲ ὀνομάζων, ἀλλὰ τὸν πείσαντα τῇ πεισθείσῃ συνεῖναι· κοινοὺς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας.
73 Μηδέν τε ἄτοπον εἶναι ἐξ ἱεροῦ τι λαβεῖν ἢ τῶν ζῴων τινὸς γεύσασθαι· μηδ' ἀνόσιον εἶναι τὸ καὶ τῶν ἀνθρωπείων κρεῶν ἅψασθαι, ὡς δῆλον ἐκ τῶν ἀλλοτρίων ἐθῶν· καὶ τῷ ὀρθῷ λόγῳ πάντ' ἐν πᾶσι καὶ διὰ πάντων εἶναι λέγων. Καὶ γὰρ ἐν τῷ ἄρτῳ κρέας εἶναι καὶ ἐν τῷ λαχάνῳ ἄρτον, καὶ τῶν σωμάτων τῶν λοιπῶν ἐν πᾶσι διά τινων ἀδήλων πόρων [καὶ] ὄγκων εἰσκρινομένων καὶ συνατμιζομένων, ὡς δῆλον ἐν τῷ Θυέστῃ ποιεῖ, εἴ γ' αὐτοῦ αἱ τραγῳδίαι καὶ μὴ Φιλίσκου τοῦ Αἰγινήτου ἐκείνου γνωρίμου ἢ Πασιφῶντος τοῦ Λουκιανοῦ, ὅν φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ μετὰ τὴν τελευτὴν αὐτοῦ συγγράψαι. Μουσικῆς τε καὶ γεωμετρικῆς καὶ ἀστρολογίας καὶ τῶν τοιούτων ἀμελεῖν, ὡς ἀχρήστων καὶ οὐκ ἀναγκαίων.
74 Εὐστοχώτατος δ' ἐγένετο ἐν ταῖς ἀπαντήσεσι τῶν λόγων, ὡς δῆλον ἐξ ὧν προειρήκαμεν.
Καὶ πρᾶσιν ἤνεγκε γενναιότατα· πλέων γὰρ εἰς Αἴγιναν καὶ πειραταῖς ἁλοὺς ὧν ἦρχε Σκίρπαλος, εἰς Κρήτην ἀπαχθεὶς ἐπιπράσκετο· καὶ τοῦ κήρυκος ἐρωτῶντος τί οἶδε ποιεῖν, ἔφη, « Ἀνθρώπων ἄρχειν. » Ὅτε καὶ δείξας τινὰ Κορίνθιον εὐπάρυφον, τὸν προειρημένον Ξενιάδην, ἔφη, « Τούτῳ με πώλει· οὗτος δεσπότου χρῄζει. » Ὠνεῖται δὴ αὐτὸν ὁ Ξενιάδης καὶ ἀπαγαγὼν εἰς τὴν Κόρινθον ἐπέστησε τοῖς ἑαυτοῦ παιδίοις καὶ πᾶσαν ἐνεχείρισε τὴν οἰκίαν. Ὁ δὲ οὕτως αὐτὴν ἐν πᾶσι διετίθει, ὥστε ἐκεῖνος περιιὼν ἔλεγεν, « Ἀγαθὸς δαίμων εἰς τὴν οἰκίαν μου εἰσελήλυθε. »
75 Φησὶ δὲ Κλεομένης ἐν τῷ ἐπιγραφομένῳ Παιδαγωγικῷ τοὺς γνωρίμους λυτρώσασθαι αὐτὸν θελῆσαι, τὸν δ' εὐήθεις αὐτοὺς εἰπεῖν· οὐδὲ γὰρ τοὺς λέοντας δούλους εἶναι τῶν τρεφόντων, ἀλλὰ τοὺς τρέφοντας τῶν λεόντων. Δούλου γὰρ τὸ φοβεῖσθαι, τὰ δὲ θηρία φοβερὰ τοῖς ἀνθρώποις εἶναι. Θαυμαστὴ δέ τις ἦν περὶ τὸν ἄνδρα πειθώ, ὥστε πάνθ' ὁντινοῦν ῥᾳδίως αἱρεῖν τοῖς λόγοις. Λέγεται γοῦν Ὀνησίκριτόν τινα Αἰγινήτην πέμψαι εἰς τὰς Ἀθήνας δυοῖν ὄντοιν υἱοῖν τὸν ἕτερον Ἀνδροσθένην, ὃν ἀκούσαντα τοῦ Διογένους αὐτόθι προσμεῖναι· τὸν δ' ἐπ' αὐτὸν καὶ τὸν ἕτερον ἀποστεῖλαι τὸν πρεσβύτερον Φιλίσκον τὸν προειρημένον, ὁμοίως δὲ καὶ τὸν Φιλίσκον κατασχεθῆναι. 76 Τὸ τρίτον αὐτὸν ἀφικόμενον μηδὲν ἧττον συνεῖναι τοῖς παισὶ φιλοσοφοῦντα. Τοιαύτη τις προσῆν ἴυγξ τοῖς Διογένους λόγοις. Ἤκουσε δ' αὐτοῦ καὶ Φωκίων ὁ ἐπίκλην χρηστὸς καὶ Στίλπων ὁ Μεγαρεὺς καὶ ἄλλοι πλείους ἄνδρες πολιτικοί.
Λέγεται δὲ πρὸς τὰ ἐνενήκοντα ἔτη βιοὺς τελευτῆσαι. Περὶ δὲ τοῦ θανάτου διάφοροι λέγονται λόγοι· οἱ μὲν γὰρ πολύποδα φαγόντα ὠμὸν χολερικῇ ληφθῆναι καὶ ὧδε τελευτῆσαι· οἱ δὲ τὸ πνεῦμα συγκρατήσαντα, ὧν ἐστι καὶ Κερκιδᾶς ὁ Μεγαλοπολίτης [ἢ Κρής], λέγων ἐν τοῖς μελιάμβοις οὕτως·
Οὐ μὰν ὁ πάρος γα Σινωπεὺς
τῆνος ὁ βακτροφόρας,
διπλείματος, αἰθεριβόσκας,
77 ἀλλ' ἀνέβα
χεῖλος ποτ' ὀδόντας ἐρείσας
καὶ τὸ πνεῦμα συνδακών·
Ζανὸς γόνος ἦς γὰρ ἀλαθέως
οὐράνιός τε κύων.
Use the ← → keys to move between chapters.