Chapter 3 of 13
Διογένης · 2
46 Χρημάτων δεόμενος ἀπαιτεῖν ἔλεγε τοὺς φίλους, οὐκ αἰτεῖν. Ἐπ' ἀγορᾶς ποτε χειρουργῶν, « Εἴθε, » ἔφη, « καὶ τὴν κοιλίαν ἦν παρατρίψαντα μὴ πεινῆν. » Μειράκιον θεασάμενος μετὰ σατραπῶν ἐπὶ δεῖπνον ἀπιόν, ἀποσπάσας πρὸς τοὺς οἰκείους ἀπήγαγε καὶ ἐκέλευσε τηρεῖν. Πρὸς τὸ κεκοσμημένον μειράκιον πυθόμενόν τι ἔφη οὐ πρότερον λέξειν αὐτῷ, εἰ μὴ ἀνασυράμενος δείξειε πότερον γυνή ἐστιν ἢ ἀνήρ. Πρὸς τὸ κοτταβίζον ἐν τῷ βαλανείῳ μειράκιόν φησιν, « Ὅσῳ βέλτιον, τοσούτῳ χεῖρον. » Ἐν δείπνῳ προσερρίπτουν αὐτῷ τινες ὀστάρια ὡς κυνί· καὶ ὃς ἀπαλλαττόμενος προσούρησεν αὐτοῖς ὡς κύων.
47 Τοὺς ῥήτορας καὶ πάντας τοὺς ἐνδοξολογοῦντας τρισανθρώπους ἀπεκάλει ἀντὶ τοῦ τρισαθλίους. Τὸν ἀμαθῆ πλούσιον πρόβατον εἶπε χρυσόμαλλον. Θεασάμενος ἐπὶ ἀσώτου οἰκίᾳ ἐπιγεγραμμένον « Πράσιμος » « ᾜδειν, » εἶπεν, « ὅτι οὕτω κραιπαλῶσα ῥᾳδίως ἐξεμέσοις τὸν κύριον. » Πρὸς τὸ καταιτιώμενον μειράκιον τὸ πλῆθος τῶν ἐνοχλούντων, « Παῦσαι γάρ, » ἔφη, « καὶ σὺ τὰ δείγματα τοῦ πασχητιῶντος περιφέρων. » Πρὸς τὸ ῥυπαρὸν βαλανεῖον, « Οἱ ἐνθάδε, » ἔφη, « λουόμενοι ποῦ λούονται; » Παχέος κιθαρῳδοῦ πρὸς πάντων μεμφομένου αὐτὸς μόνος ἐπῄνει· ἐρωτηθεὶς δὲ διὰ τί, ἔφη, « Ὅτι τηλικοῦτος ὢν κιθαρῳδεῖ καὶ οὐ λῃστεύει. »
48 Τὸν κιθαρῳδὸν ἀεὶ καταλειπόμενον ὑπὸ τῶν ἀκροατῶν ἠσπάσατο, « Χαῖρε ἀλέκτορ »· τοῦ δὲ εἰπόντος, « Διὰ τί; » « Ὅτι, » ἔφη, « ᾄδων πάντας ἐγείρεις. » Μειρακίου διαδεικνυμένου πληρώσας τὸ προκόλπιον θέρμων ἀντικρὺς ἔκαπτε· τοῦ δὲ πλήθους εἰς αὐτὸν ἀφορῶντος θαυμάζειν ἔφη πῶς ἐκεῖνον ἀφέντες εἰς αὐτὸν ὁρῶσι. Λέγοντος δ' αὐτῷ τινος ἰσχυρῶς δεισιδαίμονος, « Μιᾷ πληγῇ τὴν κεφαλήν σου διαρρήξω, » « Ἐγὼ δέ γε, » εἶπε, « πταρὼν ἐξ ἀριστερῶν τρέμειν σε ποιήσω. » Ἡγησίου παρακαλοῦντος χρῆσαί τι αὐτῷ τῶν συγγραμμάτων, « Μάταιος, » ἔφη, « τυγχάνεις, ὦ Ἡγησία, ὃς ἰσχάδας μὲν γραπτὰς οὐχ αἱρῇ, ἀλλὰ τὰς ἀληθινάς· ἄσκησιν δὲ παριδὼν τὴν ἀληθινὴν ἐπὶ τὴν γεγραμμένην ὁρμᾷς. »
49 Πρός τε τὸν ὀνειδίσαντα αὐτῷ τὴν φυγήν, « Ἀλλὰ τούτου γ' ἕνεκεν, » εἶπεν, « ὦ κακόδαιμον, ἐφιλοσόφησα. » Καὶ πάλιν εἰπόντος τινός, « Σινωπεῖς σου φυγὴν κατέγνωσαν, » « Ἐγὼ δέ γε, » εἶπεν, « ἐκείνων μονήν. » Ἰδών ποτ' Ὀλυμπιονίκην πρόβατα νέμοντα, « Ταχέως, » εἶπεν, « ὦ βέλτιστε, μετέβης ἀπὸ τῶν Ὀλυμπίων ἐπὶ τὰ Νέμεα. » Ἐρωτηθεὶς διὰ τί οἱ ἀθληταὶ ἀναίσθητοί εἰσιν, ἔφη, « Ὅτι κρέασιν ὑείοις καὶ βοείοις ἀνῳκοδόμηνται. » ᾜτει ποτὲ ἀνδριάντα· ἐρωτηθεὶς δὲ διὰ τί τοῦτο ποιεῖ, « Μελετῶ, » εἶπεν, « ἀποτυγχάνειν. » Αἰτῶν τινα - καὶ γὰρ τοῦτο πρῶτον ἐποίησε διὰ τὴν ἀπορίαν - ἔφη, « Εἰ μὲν καὶ ἄλλῳ δέδωκας, δὸς κἀμοί· εἰ δὲ μηδενί, ἀπ' ἐμοῦ ἄρξαι. »
50 Ἐρωτηθείς ποτε ὑπὸ τυράννου ποῖος εἴη ἀμείνων χαλκὸς εἰς ἀνδριάντα, ἔφη, « Ἀφ' οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων ἐχαλκεύθησαν. » Ἐρωτηθεὶς πῶς χρῆται Διονύσιος τοῖς φίλοις, ἔφη, ὡς θυλάκοις, τοὺς μὲν πλήρεις κρημνῶν, τοὺς δὲ κενοὺς ῥίπτων. » Νεογάμου ἐπιγράψαντος ἐπὶ τὴν οἰκίαν,
Ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς
ἐνθάδε κατοικεῖ. Μηδὲν εἰσίτω κακόν·
ἐπέγραψε, « Μετὰ τὸν πόλεμον ἡ συμμαχία. » Τὴν φιλαργυρίαν εἶπε μητρόπολιν πάντων τῶν κακῶν. Ἄσωτον θεασάμενος ἐν πανδοκείῳ ἐλάας ἐσθίοντ' ἔφη, « Εἰ οὕτως ἠρίστας, οὐκ ἂν οὕτως ἐδείπνεις. »
51 Τοὺς ἀγαθοὺς ἄνδρας θεῶν εἰκόνας εἶναι· τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. Ἐρωτηθεὶς τί ἄθλιον ἐν βίῳ, ἔφη, « Γέρων ἄπορος. » Ἐρωτηθεὶς τί τῶν θηρίων κάκιστα δάκνει, ἔφη, « Τῶν μὲν ἀγρίων συκοφάντης, τῶν δὲ ἡμέρων κόλαξ. » Ἰδών ποτε δύο κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη, « Πότερος τούτων Χείρων ἐστί; » Τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. Τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. Ἀκούσας ποτὲ ὅτι Διδύμων ὁ μοιχὸς συνελήφθη, « Ἄξιος, » ἔφη, « ἐκ τοῦ ὀνόματος κρέμασθαι. » Ἐρωτηθεὶς διὰ τί τὸ χρυσίον χλωρόν ἐστιν, ἔφη, « Ὅτι πολλοὺς ἔχει τοὺς ἐπιβουλεύοντας. » Ἰδὼν γυναῖκα ἐν φορείῳ, « Οὐ κατὰ τὸ θηρίον, » ἔφη, « ἡ γαλεάγρα. »
52 Ἰδών ποτε δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη, « Μειράκιον, βλέπε μὴ ἐμπέσῃς. » Ἰδὼν <μειρα>κύλλιον ἱματιοκλέπτην ἐν τῷ βαλανείῳ ἔφη, « Ἐπ' ἀλειμμάτιον ἢ ἐπ' ἄλλ' ἱμάτιον; » Ἰδών ποτε γυναῖκας ἀπ' ἐλαίας ἀπηγχονισμένας, « Εἴθε γάρ, » ἔφη, « πάντα τὰ δένδρα τοιοῦτον καρπὸν ἤνεγκεν. » Ἀξιόπιστον ἰδὼν λωποδύτην ἔφη,
τίπτε σὺ ὧδε, φέριστε;
Ἦ τινα συλήσων νεκύων κατατεθνηώτων;
ἐρωτηθεὶς εἰ παιδισκάριον ἢ παιδάριον ἔχοι, ἔφη, « Οὔ· » τοῦ δὲ εἰπόντος, « Ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; », ἔφη, « ὁ χρῄζων τῆς οἰκίας. »
53 Μειράκιον εὔμορφον ἀφυλάκτως ἰδὼν κοιμώμενον, νύξας, « Ἐπέγειραι, » ἔφη,
μή τίς σοι εὕδοντι μεταφρένῳ ἐν δόρυ πήξῃ.
Πρὸς τὸν πολυτελῶς ὀψωνοῦντα,
ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ' ἀγοράζεις· Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, « Ἐγώ, » εἶπεν, « ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δὲ καὶ κυαθότητα οὐδαμῶς· » καὶ ὅς, « Κατὰ λόγον, » ἔφη· « οἷς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται ὀφθαλμοὺς ἔχεις· ᾧ δὲ τραπεζότης καὶ κυαθότης βλέπεται νοῦν οὐκ ἔχεις. »
54 [Ἐρωτηθεὶς ὑπό τινος, « Ποῖός τίς σοι Διογένης δοκεῖ; » « Σωκράτης, » εἶπε, « μαινόμενος. »] Ἐρωτηθεὶς ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη, « Τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδεπώποτε. » Ἐρωτηθεὶς τί θέλοι κονδύλου λαβεῖν, « Περικεφαλαίαν, » ἔφη. Μειράκιον ἰδὼν καλλωπιζόμενον ἔφη, « Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς· εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. » Ἰδών ποτε μειράκιον ἐρυθριῶν, « Θάρρει, » ἔφη, « τοιοῦτόν ἐστι τῆς ἀρετῆς τὸ χρῶμα. » Δυοῖν ποτε νομικοῖν ἀκούσας τοὺς δύο κατέκρινεν, εἰπὼν τὸν μὲν κεκλοφέναι, τὸν δὲ μὴ ἀπολωλεκέναι. Ἐρωτηθεὶς ποῖον οἶνον ἡδέως πίνει, ἔφη, « Τὸν ἀλλότριον. » Πρὸς τὸν εἰπόντα, « Πολλοί σου καταγελῶσιν, » « Ἀλλ' ἐγώ, » ἔφη, « οὐ καταγελῶμαι. »
55 Πρὸς τὸν εἰπόντα κακὸν εἶναι τὸ ζῆν, « Οὐ τὸ ζῆν, » εἶπεν, « ἀλλὰ τὸ κακῶς ζῆν. » Πρὸς τοὺς συμβουλεύοντας τὸν ἀποδράντα αὐτοῦ δοῦλον ζητεῖν, « Γελοῖον, » ἔφη, « εἰ Μάνης μὲν χωρὶς Διογένους ζῇ, Διογένης δὲ χωρὶς Μάνου οὐ δύναται. » Ἀριστῶν ἐλάας, πλακοῦντος εἰσενεχθέντος, ῥίψας φησίν,
Ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο·
καὶ ἄλλοτε,
μάστιξεν δ' ἐλάαν.
Ἐρωτηθεὶς ποταπὸς εἴη κύων, ἔφη, « Πεινῶν Μελιταῖος, χορτασθεὶς δὲ Μολοττικός, τούτων οὓς ἐπαινοῦντες οἱ πολλοὶ οὐ τολμῶσι διὰ τὸν πόνον συνεξιέναι αὐτοῖς ἐπὶ τὴν θήραν· οὕτως οὐδ' ἐμοὶ δύνασθε συμβιοῦν διὰ τὸν φόβον τῶν ἀλγηδόνων. »
56 Ἐρωτηθεὶς εἰ σοφοὶ πλακοῦντα ἐσθίουσι, « Πάντα, » εἶπεν, « ὡς καὶ οἱ λοιποὶ ἄνθρωποι. » Ἐρωτηθεὶς διὰ τί προσαίταις μὲν ἐπιδιδόασι, φιλοσόφοις δὲ οὔ, ἔφη, « Ὅτι χωλοὶ μὲν καὶ τυφλοὶ γενέσθαι ἐλπίζουσι, φιλοσοφῆσαι δ' οὐδέποτε. » Φιλάργυρον ᾔτει· τοῦ δὲ βραδύνοντος, « Ἄνθρωπε, » εἶπεν, « εἰς τροφήν σε αἰτῶ, οὐκ εἰς ταφήν. » Ὀνειδιζόμενός ποτε ἐπὶ τῷ παραχαράξαι τὸ νόμισμα ἔφη, « Ἦν ποτε χρόνος ἐκεῖνος ὅτ' ἤμην ἐγὼ τοιοῦτος ὁποῖος σὺ νῦν· ὁποῖος δ' ἐγὼ νῦν, σὺ οὐδέποτε. » Καὶ πρὸς ἄλλον ἐπὶ τοῦ αὐτοῦ ὀνειδίσαντα, « Καὶ γὰρ ἐνεούρουν θᾶττον, ἀλλὰ νῦν οὔ. »
57 Εἰς Μύνδον ἐλθὼν καὶ θεασάμενος μεγάλας τὰς πύλας, μικρὰν δὲ τὴν πόλιν, ἔφη, « Ἄνδρες Μύνδιοι, κλείσατε τὰς πύλας, μὴ ἡ πόλις ὑμῶν ἐξέλθῃ. » Θεασάμενός ποτε πορφυροκλέπτην πεφωραμένον ἔφη
Ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
Κρατέρου ἀξιοῦντος πρὸς αὐτὸν ἀπιέναι, « Ἀλλὰ βούλομαι, » ἔφη, « ἐν Ἀθήναις ἅλα λείχειν ἢ παρὰ Κρατέρῳ τῆς πολυτελοῦς τραπέζης ἀπολαύειν. » Ἀναξιμένει τῷ ῥήτορι παχεῖ ὄντι προσελθών, « Ἐπίδος καὶ ἡμῖν, » ἔφη, « τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσῃ καὶ ἡμᾶς ὠφελήσεις. » Διαλεγομένου ποτὲ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ, « Τὴν Ἀναξιμένους, » ἔφη, « διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν. »
58 Ὀνειδιζόμενός ποτε ὅτι ἐν ἀγορᾷ ἔφαγεν, « Ἐν ἀγορᾷ γάρ, » ἔφη, « καὶ ἐπείνησα. » Ἔνιοι δὲ τούτου φασὶν εἶναι κἀκεῖνο, ὅτι Πλάτων θεασάμενος αὐτὸν λάχανα πλύνοντα, προσελθὼν ἡσυχῆ εἴποι αὐτῷ, « Εἰ Διονύσιον ἐθεράπευες, οὐκ ἂν λάχανα ἔπλυνες· » τὸν δ' ἀποκρίνασθαι ὁμοίως ἡσυχῆ, « Καὶ σὺ εἰ λάχανα ἔπλυνες, οὐκ ἂν Διονύσιον ἐθεράπευες. » Πρὸς τὸν εἰπόντα, « Οἱ πλείους σου καταγελῶσι, » « Κἀκείνων τυχόν, » εἶπεν, « οἱ ὄνοι· ἀλλ' οὔτ' ἐκεῖνοι τῶν ὄνων ἐπιστρέφονται, οὔτ' ἐγὼ ἐκείνων. » Θεασάμενός ποτε μειράκιον φιλοσοφοῦν, « Εὖγε, » εἶπεν, « ὅτι τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὸ τῆς ψυχῆς κάλλος μετάγεις. »
59 Θαυμάζοντός τινος τὰ ἐν Σαμοθράκῃ ἀναθήματα, ἔφη, « Πολλῷ ἂν εἴη πλείω εἰ καὶ οἱ μὴ σωθέντες ἀνετίθεσαν· » οἱ δὲ τοῦτο Διαγόρου φασὶ τοῦ Μηλίου. Εὐμόρφῳ μειρακίῳ ἀπιόντι εἰς συμπόσιον ἔφη, « Χείρων ἐπανήξεις· » τοῦ δ' ἐπανελθόντος καὶ τῇ ἑξῆς εἰπόντος, « Καὶ ἀπῆλθον καὶ χείρων οὐκ ἐγενόμην, » ἔφη, « Χείρων μὲν οὔ, Εὐρυτίων δέ. » Δύσκολον ᾔτει· τοῦ δ' εἰπόντος, « Ἐάν με πείσῃς· » ἔφη, « εἴ σε ἐδυνάμην πεῖσαι, ἔπεισα ἄν σε ἀπάγξασθαι. » Ἐπανήρχετο ἐκ Λακεδαίμονος εἰς Ἀθήνας· πρὸς οὖν τὸν πυθόμενον, « Ποῖ καὶ πόθεν; », « Ἐκ τῆς ἀνδρωνίτιδος, » εἶπεν, « εἰς τὴν γυναικωνῖτιν. »
60 Ἐπανῄει ἀπ' Ὀλυμπίων· πρὸς οὖν τὸν πυθόμενον εἰ ὄχλος εἴη πολύς, « Πολὺς μέν, » εἶπεν, « ὁ ὄχλος, ὀλίγοι δ' οἱ ἄνθρωποι. » Τοὺς ἀσώτους εἶπε παραπλησίους εἶναι συκαῖς ἐπὶ κρημνῷ πεφυκυίαις, ὧν τοῦ καρποῦ μὲν ἄνθρωπος οὐκ ἀπογεύεται, κόρακες δὲ καὶ γῦπες ἐσθίουσι. Φρύνης Ἀφροδίτην χρυσῆν ἀναθείσης ἐν Δελφοῖς τοῦτον ἐπιγράψαι, « Ἀπὸ τῆς τῶν Ἑλλήνων ἀκρασίας. » Ἀλεξάνδρου ποτὲ ἐπιστάντος αὐτῷ καὶ εἰπόντος, « Ἐγώ εἰμι Ἀλέξανδρος ὁ μέγας βασιλεύς, » « Κἀγώ, » φησί, « Διογένης ὁ κύων. » Ἐρωτηθεὶς τί ποιῶν κύων καλεῖται, ἔφη, « Τοὺς μὲν διδόντας σαίνων, τοὺς δὲ μὴ διδόντας ὑλακτῶν, τοὺς δὲ πονηροὺς δάκνων. »
Use the ← → keys to move between chapters.