Skip to content
The ConsciousLibrary

Chapter 47 of 208

32

32. νέος ἐφ’ ἡμέρῃ ἥλιος.

34.⁠[30] ὧραι πάντα φέρουσι.

35. διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπίστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκε· ἔστι γὰρ ἕν.

36. ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός· ἀλλοιοῦται δὲ ὅκωσπερ ὁκόταν συμμιγῇ <θύωμα> θυώμασι· ὀνομάζεται καθ’ ἡδονὴν ἑκάστου.

[34]

37. εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.

38. †αἱ ψυχαὶ ὀσμῶνται καθ’ Ἅιδην.†

39. τὰ ψυχρὰ θέρεται, θερμὸν ψύχεται, ὑγρὸν αὐαίνεται, καρφαλέον νοτίζεται.

40. σκίδνησι καὶ συνάγει, πρόσεισι καὶ ἄπεισι.

41-42. ποταμοῖσι δὶς τοῖσι αὐτοῖσι οὐκ ἂν ἐμβαίης· ἕτερα γὰρ (καὶ ἕτερα) ἐπιρρέει ὕδατα.

43. μέμφεται τῷ Ὁμήρῳ Ἡράκλειτος εἰπόντι· ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ’ ἀνθρώπων ἀπόλοιτο· οἰχήσεσθαι γάρ φησι πάντα.

44. πόλεμος πάντων μὲν πατήρ ἐστι πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους.

[36]

45. οὐ ξυνίασι ὅκως διαφερόμενον ἑωυτῷ ὁμολογέει· παλίντροπος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης.

46. τὸ ἀντίξουν συμφέρον. ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίαν. πάντα κατ’ ἔριν γίνεσθαι.

47. ἁρμονίη ἀφανὴς φανερῆς κρείσσων.

48. μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλώμεθα.

49. χρὴ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι.

50. γναφέων ὁδὸς εὐθεῖα καὶ σκολιὴ μία ἐστὶ καὶ ἡ αὐτή.

51. ὄνοι σύρματ’ ἂν ἕλοιντο μᾶλλον ἢ χρυσόν.

52. θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄτοπον καὶ ὀλέθριον.

53. Sues coeno, cohortales aves pulvere (vel cinere) lavari. 54. βορβόρῳ χαίρειν.

[38]

55. πᾶν ἑρπετὸν πληγῇ νέμεται.

56 = 45.

57. ἀγαθὸν καὶ κακὸν ταὐτόν.

58. οἱ ἰατροὶ τέμνοντες καίοντες πάντη βασανίζοντες κακῶς τοὺς ἀρρωστοῦντας ἐπαιτιῶνται μηδέν’ ἄξιον μισθὸν λαμβάνειν παρὰ τῶν ἀρρωστούντων.

59. συνάψειας οὖλα καὶ οὐχὶ οὖλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον· ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.

60. δίκης οὔνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν.

61. †τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν, ἃ δὲ δίκαια.†

62. εἰδέναι χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν· καὶ γινόμενα πάντα κατ’ ἔριν καὶ †χρεώμενα†.

63. ἔστι γὰρ εἱμαρμένα πάντως....

[40]

64. θάνατός ἐστι ὁκόσα ἐγερθέντες ὁρεόμεν, ὁκόσα δὲ εὕδοντες ὕπνος.

65. v. 19.

66. τοῦ βιοῦ οὔνομα βίος, ἔργον δὲ θάνατος.

67. θεοὶ θνητοί, ἄνθρωποι ἀθάνατοι, ζῶντες τὸν ἐκείνων θάνατον τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.

68. ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι· ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.

69. ὁδὸς ἄνω κάτω μία καὶ ὡυτή.

70. ξυνὸν ἀρχὴ καὶ πέρας.

71. ψυχῆς πείρατα οὐκ ἂν ἐξεύροιο πᾶσαν ἐπιπορευόμενος ὁδόν.

[42]

72. ψυχῇσι τέρψις ὑγρῇσι γενέσθαι.

73. ἀνὴρ ὁκότ’ ἂν μεθύσθῃ, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος, οὐκ ἐπαίων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων.

74-76. αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη.

77. ἄνθρωπος, ὅκως ἐν εὐφρόνῃ φάος, ἅπτεται ἀποσβέννυται.

78. ταὔτ’ εἶναι ζῶν καὶ τεθνηκός, καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον, καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.

79. αἰὼν παῖς ἐστι παίζων πεσσεύων· παιδὸς ἡ βασιληίη.

[44]

80. ἐδιζησάμην ἐμεωυτόν.

81. ποταμοῖσι τοῖσι αὐτοῖσι ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν.

82. κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι.

83. μεταβάλλον ἀναπαύεται.

84. καὶ ὁ κυκεὼν διίσταται μὴ κινεόμενος.

85. νέκυες κοπρίων ἐκβλητότεροι.

86. γενόμενοι ζώειν ἐθέλουσι μόρους τ’ ἔχειν· [μᾶλλον δὲ ἀναπαύεσθαι,] καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι.

90. τοὺς καθεύδοντας ἐργάτας εἶναι [καὶ συνεργοὺς] τῶν ἐν τῷ κόσμῳ γινομένων.

[46]

91. ξυνόν ἐστι πᾶσι τὸ φρονέειν. ξὺν νόῳ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὅκωσπερ νόμῳ πόλις καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατέει γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκέει πᾶσι καὶ περιγίνεται.

92. τοῦ λόγου δ’ ἐόντος ξυνοῦ, ζώουσι οἱ πολλοὶ ὡς ἰδίην ἔχοντες φρόνησιν.

93. ᾧ μάλιστα διηνεκέως ὁμιλέουσι, τούτῳ διαφέρονται.

94. οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν.

95. τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι.

96. ἦθος ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει.

97. ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός.

100. μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκως ὑπὲρ τείχεος.

[48]

101. μόροι μέζονες μέζονας μοίρας λαγχάνουσι.

102. ἀρηιφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι.

103. ὕβριν χρὴ σβεννύειν ἢ πυρκαιήν.

104. ἀνθρώποισι γίνεσθαι ὁκόσα θέλουσι οὐκ ἄμεινον. νοῦσος ὑγίειαν ἐποίησε ἡδὺ καὶ ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν.

105. θυμῷ μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν χρηίζῃ γίνεσθαι, ψυχῆς ὠνέεται.

106. †ἀνθρώποισι πᾶσι μέτεστι γιγνώσκειν ἑαυτοὺς καὶ σωφρονεῖν†.

107. †σωφρονεῖν ἀρετὴ μεγίστη· καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαίοντας†.

108-109. ἀμαθίην ἄμεινον κρύπτειν· ἔργον δὲ ἐν ἀνέσει καὶ παρ’ οἶνον.

110. νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.

[50]

111. τίς γὰρ αὐτῶν νόος ἢ φρήν; [δήμων] ἀοιδοῖσι ἕπονται καὶ διδασκάλῳ χρέωνται ὁμίλῳ, οὐκ εἰδότες ὅτι πολλοὶ κακοὶ, ὀλίγοι δὲ ἀγαθοί. αἱρεῦνται γὰρ ἓν ἀντία πάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα.

112. ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω οὗ πλέων λόγος ἢ τῶν ἄλλων.

113. εἷς ἐμοὶ μύριοι, ἐὰν ἄριστοις ᾖ.

114. ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον, φάντες· ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλῃ δὲ καὶ μετ’ ἄλλων.

115. κύνες καὶ βαύζουσι ὃν ἂν μὴ γινώσκωσι.

116. ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.

117. βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλέει.

118. δοκεόντων ὁ δοκιμώτατος γινώσκει φυλάσσειν· καὶ μέντοι καὶ δίκη καταλήψεται ψευδέων τέκτονας καὶ μάρτυρας.

[52]

119. τὸν Ὅμηρον ἄξιον ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι, καὶ Ἀρχίλοχον ὁμοίως.

121. ἦθος ἀνθρώπῳ δαίμων.

122. ἀνθρώπους μένει τελευτήσαντας ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσι.

123. ἔνθα †δεόντι† ἐπανίστασθαι καὶ φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν.

124. νυκτιπόλοι, μάγοι, βάκχοι, λῆναι, μύσται.

125. τὰ γὰρ νομιζόμενα κατ’ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦνται.

126 = 130b.

127. εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιεῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισι, ἀναιδέστατα εἴργαστ’ ἄν· ὡυτὸς δὲ Ἄιδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναίζουσι.

[54]

129. ἄκεα.

130. καθαίρονται δὲ αἵματι μιαινόμενοι ὥσπερ ἂν εἴ τις ἐς πηλὸν ἐμβὰς πηλῷ ἀπονίζοιτο. μαίνεσθαι δ’ ἂν δοκοίη, εἴ τις αὐτὸν ἀνθρώπων ἐπιφράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι τουτέοισι εὔχονται, ὁκοῖον εἴ τις τοῖς δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ’ ἥρωας οἵτινές εἰσι.

130a. εἰ θεοί εἰσι, ἵνα τί θρηνέετε αὐτούς; εἰ δὲ θρηνέετε αὐτοὺς, μηκέτι τούτους ἡγέεσθε θεούς.

Use the ← → keys to move between chapters.

32 · Testimonies of his contemporaries (Xenophanes, Heraclitus, Empedocles, Ion of Chios, Herodotus) — Pythagoras · The Conscious Library