Skip to content
The ConsciousLibrary

Chapter 53 of 53

νγʹ

Ἐ̓πὶ̀ παντὸς πρόχειρα ἑκτέον ταῦτα:

«ἄγου δέ μ', ὦ Ζεῦ, καὶ σύ γ' ἡ Πεπρωμένη,ὅποι ποθ' ὑμῖν εἰμι διατεταγμένος: ὡς ἕψομαί γ' ἄοκνος: ἢν δέ γε μὴ θέλω, κακὸς γενόμενος, οὐδὲν ἧττον ἕψομαι».

«ὅστις δ' ἀνάγκῃ συγκεχώρηκεν καλῶς, σοφὸς παρ' ἡμῖν, καὶ τὰ θεῖ' ἐπίσταται».

«ἀλλ', ὦ Κρίτων, εἰ ταύτῃ τοῖς θεοῖς φίλον, ταύτῃ γενέσθω».

«ἐμὲ δὲ Ἄνυτος καὶ Μέλιτος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ».

Use the ← → keys to move between chapters.

νγʹ · Handbook (Enchiridion) — Epictetus · The Conscious Library