Skip to content
The ConsciousLibrary

Chapter 8 of 26

8 Πῶς πρὸς τὰς φαντασίας γυμναστέον

Ὡς πρὸς τὰ ἐρωτήματα τὰ σοφιστικὰ γυμναζόμεθα, οὕτως καὶ πρὸς τὰς φαντασίας καθ’ ἡμέραν ἔδει γυμνάζεσθαι· προτείνουσι γὰρ ἡμῖν καὶ αὗται ἐρωτήματα. [2] ὁ υἱὸς ἀπέθανε τοῦ δεῖνος. ἀπόκριναι "ἀπροαίρετον, οὐ κακόν". ὁ πατὴρ τὸν δεῖνα ἀποκληρονόμον ἀπέλ[ε]ιπεν. τί σοι δοκεῖ; "ἀπροαίρετον, οὐ κακόν." Καῖσαρ αὐτὸν κατέκρινεν. [3] "ἀπροαίρετον, οὐ κακόν." ἐλυπήθη ἐπὶ τούτοις. "προαιρετικόν, κακόν." γενναίως ὑπέμεινεν. "προαιρετικόν, ἀγαθόν. [4] " κἂν οὕτως ἐθιζώμεθα, προκόψομεν· οὐδέποτε γὰρ ἄλλῳ συγκαταθησόμεθα ἢ οὗ φαντασία καταληπτικὴ γίνεται. [5] ὁ υἱὸς ἀπέθανε. τί ἐγένετο; ὁ υἱὸς ἀπέθανεν. ἄλλο οὐδέν; οὐδ[ε]έν. τὸ πλοῖον ἀπώλετο. τί ἐγένετο; τὸ πλοῖον ἀπώλετο. εἰς φυλακὴν ἀπήχθη. τί γέγονεν; εἰς φυλακὴν ἀπήχθη. τὸ δ’ ὅτι "κακῶς πέπραχεν" [6] ἐξ αὑτοῦ ἕκαστος προστίθησιν. "ἀλλ’ οὐκ ὀρθῶς ταῦτα ὁ Ζεὺς ποιεῖ." διὰ τί; ὅτι σε ὑπομενητικὸν ἐποίησεν, ὅτι μεγαλόψυχον, ὅτι ἀφεῖλεν αὐτῶν τὸ εἶναι κακά, ὅτι ἔξεστίν σοι πάσχοντι ταῦτα εὐδαιμονεῖν, ὅτι σοι τὴν θύραν ἤνοιξεν, ὅταν σοι μὴ ποιῇ; ἄνθρωπε, ἔξελθε καὶ μὴ ἐγκάλει.

[7] Πῶς ἔχουσι Ῥωμαῖοι πρὸς φιλοσόφους ἂν θέλῃς γνῶναι, ἄκουσον. Ἰταλικὸς ὁ μάλιστα δοκῶν αὐτῶν φιλόσοφος εἶναι παρόντος ποτέ μου χαλεπήνας τοῖς ἰδίοις, ὡς ἀνήκεστα πάσχων, "Οὐ δύναμαι", ἔφη, "φέρειν· ἀπόλλυτέ με, ποιήσετέ με τοιοῦτον γενέσθαι", δείξας ἐμέ.

Use the ← → keys to move between chapters.

8 Πῶς πρὸς τὰς φαντασίας γυμναστέον · Discourses, Book III — Epictetus · The Conscious Library