Skip to content
The ConsciousLibrary

Chapter 19 of 26

19 Τίς στάσις ἰδιώτου καὶ φιλοσόφου

Ἡ πρώτη διαφορὰ ἰδιώτου καὶ φιλοσόφου· ὁ μὲν λέγει "οὐαί μοι διὰ τὸ παιδάριον, διὰ τὸν ἀδελφόν, οὐαὶ διὰ τὸν πατέρα", ὁ δ’, ἄν ποτ’ εἰπεῖν ἀναγκασθῇ, "οὐαί μοι" [2] ἐπιστήσας λέγει "δι’ ἐμέ". προαίρεσιν γὰρ οὐδὲν δύναται κωλῦσαι ἢ βλάψαι ἀπροαίρετον εἰ μὴ αὐτὴ ἑαυτήν. [3] ἂν οὖν ἐπὶ τοῦτο ῥέψωμεν καὶ αὐτοί, ὥσθ’ ὅταν δυσοδῶμεν, αὑτοὺς αἰτιᾶσθαι καὶ μεμνῆσθαι, ὅτι οὐδὲν ἄλλο ταραχῆς ἢ ἀκαταστασίας αἴτιόν ἐστιν ἢ δόγμα, ὀμνύω ὑμῖν πάντας θεούς, ὅτι προεκόψ [4] αμεν. νῦν δ’ ἄλλην ὁδὸν ἐξ ἀρχῆς ἐληλύθαμεν. εὐθὺς ἔτι παίδων ἡμῶν ὄντων ἡ τιτθή, εἴ ποτε προσεπταίσαμεν χάσκοντες, οὐχὶ ἡμῖν ἐπέπλησσεν, ἀλλὰ τὸν λίθον ἔτυπτεν. τί γὰρ ἐποίησεν ὁ λίθος; διὰ τὴν τοῦ παιδίου σου μωρίαν ἔδει μεταβῆναι αὐτόν; [5] πάλιν ἂν μὴ εὕρωμεν φαγεῖν ἐκ βαλανείου, οὐδέποθ’ ἡμῶν καταστέλλει τὴν ἐπιθυμίαν ὁ παιδαγωγός, ἀλλὰ δέρει τὸν μάγειρον. ἄνθρωπε, μὴ γὰρ ἐκείνου σε παιδαγωγὸν κατεστήσαμεν; ἀλλὰ τοῦ παιδίου ἡμῶν· τοῦτο ἐπανόρθου, τοῦτο ὠφέλει. [6] οὕτως καὶ αὐξηθέντες φαινόμεθα παιδία. παῖς γὰρ ἐν μουσικοῖς ὁ ἄμουσος, ἐν γραμματικοῖς ὁ ἀγράμματ[ικ]ος, ἐν βίῳ ὁ ἀπαίδευτος.

Use the ← → keys to move between chapters.

19 Τίς στάσις ἰδιώτου καὶ φιλοσόφου · Discourses, Book III — Epictetus · The Conscious Library