Skip to content
The ConsciousLibrary

Chapter 11 of 26

11 Σποράδην τινά

Εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει· " [2] ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω· ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω" [3]. καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα.

Μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου· [4] ξεῖν’, οὔ μοι θέμις ἔστ’[ι καὶ], οὐδ’ εἰ κακίων σέθεν ἔλθοι,

ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες

ξεῖνοί τε πτωχοί τε. τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν· [5] οὔ μοι θέμις ἔστ’ οὐδ’ εἰ κακίων σέθεν ἔλθοι, πατέρ’ ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου· [6] καὶ ἐπ’ ἀδελφῷ· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.

Use the ← → keys to move between chapters.

11 Σποράδην τινά · Discourses, Book III — Epictetus · The Conscious Library