Skip to content
The ConsciousLibrary

Chapter 7 of 26

7 Πῶς μαντευτέον

Διὰ τὸ ἀκαίρως μαντεύεσθαι πολλοὶ καθήκοντα πολλὰ παραλείπομεν. [2] τί γὰρ ὁ μάντις δύναται πλέον ἰδεῖν θανάτου ἢ κινδύνου ἢ νόσου ἢ ὅλως τῶν τοιούτων; [3] ἂν οὖν δέῃ κινδυνεῦσαι ὑπὲρ τοῦ φίλου, ἂν δὲ καὶ ἀποθανεῖν ὑπὲρ αὐτοῦ καθήκῃ, ποῦ μοι καιρὸς ἔτι μαντεύεσθαι; οὐκ ἔχω τὸν μάντιν ἔσω τὸν εἰρηκότα μοι τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, τὸν ἐξηγημένον τὰ σημεῖα ἀμφοτέρων; [4] τί οὖν ἔτι χρείαν ἔχω τῶν σπλάγχνων ἢ τῶν οἰωνῶν; ἀλλ’ ἀνέχομαι λέγοντος ἐκείνου "συμφέρει σοι"; τί γάρ ἐστι συμφέρον οἶδεν; [5] τί ἐστιν ἀγαθὸν οἶδεν; μεμάθηκεν ὥσπερ τὰ σημεῖα τῶν σπλάγχνων οὕτως σημεῖα τίνα ἀγαθῶν καὶ κακῶν; εἰ γὰρ τούτων οἶδεν σημεῖα, καὶ καλῶν καὶ αἰσχρῶν οἶδεν καὶ δικαίων καὶ ἀδίκων. [6] ἄνθρωπε, σύ μοι λέγε τί σημαίνεται, ζωὴ ἢ θάνατος, πενία ἢ πλοῦτος· πότερον δὲ συμφέρει ταῦτα ἢ ἀσύμφορά ἐστιν, σοῦ μέλλω πυνθάνεσθαι; [7] διὰ τί ἐν γραμματικοῖς οὐ λέγεις; ἐνθάδ’ οὖν, ὅπου πάντες ἄνθρωποι πλανώμεθα καὶ πρὸς ἀλλήλους μαχόμεθα; [8] διὰ τοῦτο ἡ γυνὴ καλῶς εἶπεν ἡ πέμψαι θέλουσα τῇ Γρατίλλῃ ἐξωρισμένῃ τὸ πλοῖον τῶν ἐπιμηνίων κατὰ τὸν εἰπόντα ὅτι "Ἀφαιρήσεται αὐτὰ Δομιτιανὸς" "Μᾶλλον θέλω", φησίν, "ἵν’ ἐκεῖνος αὐτὰ ἀφέληται ἢ ἵν’ ἐγὼ μὴ πέμψω".

Τί οὖν ἡμᾶς ἐπὶ τὸ οὕτω συνεχῶς μαντεύεσθαι ἄγει; [9] ἡ δειλία, τὸ φοβεῖσθαι τὰς ἐκβάσεις. διὰ τοῦτο κολακεύομεν τοὺς μάντεις· "κληρονομήσω, κύριε, τὸν πατέρα;" "ἴδωμεν· ἐπεκθυσώμεθα." "ναί, κύριε, ὡς ἡ τύχη θέλει." εἶτ’ ἂν εἴπῃ "κληρονομήσεις", ὡς παρ’ αὐτοῦ τὴν κληρονομίαν εἰληφότες εὐχαριστοῦμεν αὐτῷ. διὰ τοῦτο κἀκεῖνοι λοιπὸν ἐμπαίζουσιν ἡμῖν. [10] τί οὖν; δεῖ δίχα ὀρέξεως ἔρχεσθαι καὶ ἐκκλίσεως, ὡς ὁ ὁδοιπόρος πυνθάνεται παρὰ τοῦ ἀπαντήσαντος, ποτέρα[ν] τῶν ὁδῶν φέρει, οὐκ ἔχων ὄρεξιν πρὸς τὸ τὴν δεξιὰν μᾶλλον φέρειν ἢ τὴν ἀριστεράν· οὐ γὰρ τούτων τινὰ ἀπελθεῖν θέλει, ἀλλὰ τὴν φέρουσαν. [11] οὕτως ἔδει καὶ ἐπὶ τὸν θεὸν ἔρχεσθαι ὡς ὁδηγόν, ὡς τοῖς ὀφθαλμοῖς χρώμεθα, οὐ παρακαλοῦντες αὐτοὺς ἵνα τὰ τοιαῦτα μᾶλλον ἡμῖν δεικνύωσιν, ἀλλ’ οἷα ἐνδείκνυνται τούτων τὰς φαντασίας δεχόμενοι. [12] νῦν δὲ τρέμοντες τὸ ὀρνιθάριον κρατοῦμεν καὶ τὸν θεὸν ἐπικαλούμενοι δεόμεθα αὐτοῦ· " [13] κύριε, ἐλέησον· ἐπίτρεψόν μοι ἐξελθεῖν". ἀνδράποδον, ἄλλο γάρ τι θέλεις ἢ τὸ ἄμεινον; ἄλλο οὖν τι ἄμεινον ἢ τὸ τῷ θεῷ δοκοῦν; [14] τί τὸ ὅσον ἐπὶ σοὶ διαφθείρεις τὸν κριτήν, παράγεις τὸν σύμβουλον;

Use the ← → keys to move between chapters.

7 Πῶς μαντευτέον · Discourses, Book II — Epictetus · The Conscious Library