Skip to content
The ConsciousLibrary

Chapter 25 of 26

25 Πῶς ἀναγκαῖα τὰ λογικά

Τῶν παρόντων δέ τινος εἰπόντος Πεῖσόν με, ὅτι τὰ λογικὰ χρήσιμά ἐστιν, Θέλεις, ἔφη, ἀποδείξω σοι τοῦτο; [2] — Ναί. — Οὐκοῦν λόγον μ’ ἀποδεικτικὸν διαλεχθῆναι δεῖ; — Ὁμολογήσαντος δὲ Πόθεν οὖν εἴσῃ, ἄν σε σοφίσωμαι; [3] — Σιωπήσαντος δὲ τοῦ ἀνθρώπου Ὁρᾷς, ἔφη, πῶς αὐτὸς ὁμολογεῖς ὅτι ταῦτα ἀναγκαῖά ἐστιν, εἰ χωρὶς αὐτῶν οὐδ’ αὐτὸ τοῦτο δύνασαι μαθεῖν, πότερον ἀναγκαῖα ἢ οὐκ ἀναγκαῖά ἐστιν.

Use the ← → keys to move between chapters.

25 Πῶς ἀναγκαῖα τὰ λογικά · Discourses, Book II — Epictetus · The Conscious Library