Chapter 9 of 31
8 Ὅτι αἱ δυνάμεις τοῖς ἀπαιδεύτοις οὐκ ἀσφαλεῖς
Καθ’ ὅσους τρόπους μεταλαμβάνειν ἔστι τὰ ἰσοδυναμοῦντα ἀλλήλοις, κατὰ τοσούτους καὶ τὰ εἴδη τῶν ἐπιχειρημάτων τε καὶ ἐνθυμημάτων ἐν τοῖς λόγοις ἐκποιεῖ μεταλαμβάνειν. [2] οἷον φέρε τὸν τρόπον τοῦτον· εἰ ἐδανείσω καὶ μὴ ἀπέδωκας, ὀφείλεις μοι τὸ ἀργύριον· οὐχὶ ἐδανείσω μὲν καὶ οὐκ ἀπέδωκας· οὐ μὴν ὀφείλεις μοι τὸ ἀργύριον. [3] καὶ τοῦτο οὐδενὶ μᾶλλον προσήκει ἢ τῷ φιλοσόφῳ ἐμπείρως ποιεῖν. εἴπερ γὰρ ἀτελὴς συλλογισμός ἐστι τὸ ἐνθύμημα, δῆλον ὅτι ὁ περὶ τὸν τέλειον συλλογισμὸν γεγυμνασμένος οὗτος ἂν ἱκανὸς εἴη καὶ περὶ τὸν ἀτελῆ οὐδὲν ἧττον.
[4] Τί ποτ’ οὖν οὐ γυμνάζομεν αὑτούς τε καὶ ἀλλήλους τὸν τρόπον τοῦτον; [5] ὅτι νῦν καίτοι μὴ γυμναζόμενοι περὶ ταῦτα μηδ’ ἀπὸ τῆς ἐπιμελείας τοῦ ἤθους ὑπό γε ἐμοῦ περισπώμενοι ὅμως οὐδὲν ἐπιδίδομεν εἰς καλοκἀγαθίαν. [6] τί οὖν χρὴ προσδοκᾶν, εἰ καὶ ταύτην τὴν ἀσχολίαν προσλάβοιμεν; καὶ μάλισθ’, ὅτι οὐ μόνον ἀσχολία τις ἀπὸ τῶν ἀναγκαιοτέρων αὐτὴ προσγένοιτ’ ἄν, ἀλλὰ καὶ οἰήσεως ἀφορμὴ καὶ τύφου οὐχ ἡ τυχοῦσα. [7] μεγάλη γάρ ἐστι δύναμις ἡ ἐπιχειρητικὴ καὶ πιθανολογική, καὶ μάλιστ’ εἰ τύχοι γυμνασίας ἐπιπλέον καί τινα καὶ εὐπρέπειαν ἀπὸ τῶν ὀνομάτων προσλάβοι. [8] ὅτι καὶ ἐν τῷ καθόλου πᾶσα δύναμις ἐπισφαλὴς τοῖς ἀπαιδεύτοις καὶ ἀσθενέσι προσγενομένη πρὸς τὸ ἐπᾶραι καὶ χαυνῶσαι ἐπ’ αὐτῇ. [9] ποίᾳ γὰρ ἄν τις ἔτι μηχανῇ πείσαι τὸν νέον τὸν ἐν τούτοις διαφέροντα, ὅτι οὐ δεῖ προσθήκην αὐτὸν ἐκείνων γενέσθαι, ἀλλ’ ἐκεῖνα αὐτῷ προσθεῖναι; [10] οὐχὶ δὲ πάντας τοὺς λόγους τούτους καταπατήσας ἐπηρμένος ἡμῖν καὶ πεφυσημένος περιπατεῖ μηδ’ ἀνεχόμενος, ἄν τις ἅπτηται [τι] αὐτοῦ ὑπομιμνῄσκων, τίνος ἀπολελειμμένος ποῦ ἀποκέκλικεν;
Τί οὖν; [11] Πλάτων φιλόσοφος οὐκ ἦν; — Ἱπποκράτης γὰρ ἰατρὸς οὐκ ἦν; ἀλλ’ ὁρᾷς πῶς φράζει Ἱπποκράτης. μή τι οὖν Ἱπποκράτης οὕτω φράζει, καθὸ ἰατρός ἐστιν; [12] τί οὖν μιγνύεις πράγματα ἄλλως ἐπὶ τῶν αὐτῶν ἀνθρώπων συνδραμόντα; [13] εἰ δὲ καλὸς ἦν Πλάτων καὶ ἰσχυρός, ἔδει κἀμὲ καθήμενον ἐκπονεῖν, ἵνα καλὸς γένωμαι ἢ ἵνα ἰσχυρός, ὡς τοῦτο ἀναγκαῖον πρὸς φιλοσοφίαν, ἐπεί τις φιλόσοφος ἅμα καὶ καλὸς ἦν καὶ φιλόσοφος; [14] οὐ θέλεις αἰσθάνεσθαι καὶ διακρῖναι κατὰ τί οἱ ἄνθρωποι γίνονται φιλόσοφοι καὶ τίνα ἄλλως αὐτοῖς πάρεστιν; ἄγε εἰ δ’ ἐγὼ φιλόσοφος ἤμην, ἔδει ὑμᾶς καὶ χωλοὺς γενέσθαι; τί οὖν; [15] αἴρω τὰς δυνάμεις ταύτας; μὴ γένοιτο· οὐδὲ γὰρ τὴν ὁρατικήν. [16] ὅμως δ’, ἄν μου πυνθάνῃ τί ἐστιν ἀγαθὸν τοῦ ἀνθρώπου, οὐκ ἔχω σοι ἄλλο εἰπεῖν ἢ ὅτι ποιὰ προαίρεσις [φαντασιῶν].
Use the ← → keys to move between chapters.