Skip to content
The ConsciousLibrary

Chapter 31 of 31

30 Τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν

Ὅταν εἰσίῃς πρός τινα τῶν ὑπερεχόντων, μέμνησο ὅτι καὶ ἄλλος ἄνωθεν βλέπει τὰ γιγνόμενα καὶ ὅτι ἐκείνῳ σε δεῖ μᾶλλον ἀρέσκειν ἢ τούτῳ. [2] ἐκεῖνος οὖν σου πυνθάνεται "φυγὴν καὶ φυλακὴν καὶ δεσμὰ καὶ θάνατον καὶ ἀδοξίαν τί ἔλεγες ἐν τῇ σχολῇ;" "ἐγὼ ἀδιάφορα. [3] " "νῦν οὖν τίνα αὐτὰ λέγεις; μή τι ἐκεῖνα ἠλλάγη;" "οὔ." "σὺ οὖν ἠλλάγης;" "οὔ." "λέγε οὖν τίνα ἐστὶν ἀδιάφορα." "τὰ ἀπροαίρετα." "λέγε καὶ τὰ ἑξῆς." " [4] ἀπροαίρετα οὐδὲν πρὸς ἐμέ." "λέγε καὶ τὰ ἀγαθὰ τίνα ὑμῖν ἐδόκει;" "προαίρεσις οἵα δεῖ καὶ χρῆσις φαντασιῶν." "τέλος δὲ τί;" "τὸ σοὶ ἀκολουθεῖν." " [5] ταῦτα καὶ νῦν λέγεις;" "ταὐτὰ καὶ νῦν λέγω." ἄπ[ε]ιθι λοιπὸν ἔσω θαῤῥῶν καὶ μεμνημένος τούτων καὶ ὄψει τί ἐστι νέος μεμελετηκὼς ἃ δεῖ ἐν ἀνθρώποις ἀμελετήτοις. [6] ἐγὼ μὲν νὴ τοὺς θεοὺς φαντάζομαι ὅτι πείσῃ τὸ τοιοῦτον "τί οὕτως μεγάλα καὶ πολλὰ παρασκευαζόμεθα πρὸς τὸ μηδέν; [7] τοῦτο ἦν ἡ ἐξουσία; τοῦτο τὰ πρόθυρα, οἱ κοιτωνῖται, οἱ ἐπὶ τῆς μαχαίρας; τούτων ἕνεκα τοὺς πολλοὺς λόγους ἤκουον; ταῦτα οὐδὲν ἦν, ἐγὼ δ’ ὡς μεγάλα παρεσκευαζόμην."

Use the ← → keys to move between chapters.

30 Τί δεῖ πρόχειρον ἔχειν ἐν ταῖς περιστάσεσιν · Discourses, Book I — Epictetus · The Conscious Library