Skip to content
The ConsciousLibrary

Chapter 23 of 31

22 Περὶ τῶν προλήψεων

Προλήψεις κοιναὶ πᾶσιν ἀνθρώποις εἰσίν· καὶ πρόληψις προλήψει οὐ μάχεται. τίς γὰρ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ ἀγαθὸν συμφέρον ἐστὶ † ἐστι καὶ αἱρετὸν καὶ ἐκ πάσης αὐτὸ περιστάσεως δεῖ μετιέναι καὶ διώκειν; τίς δ’ ἡμῶν οὐ τίθησιν, ὅτι τὸ δίκαιον καλόν ἐστι καὶ πρέπον; [2] πότ’ οὖν ἡ μάχη γίνεται; περὶ τὴν ἐφαρμογὴν τῶν προλήψεων ταῖς ἐπὶ μέρους οὐσίαις, [3] ὅταν ὁ μὲν εἴπῃ "καλῶς ἐποίησεν, ἀνδρεῖός ἐστιν"· "οὔ, ἀλλ’ ἀπονενοημένος." ἔνθεν ἡ μάχη γίνεται τοῖς ἀνθρώποις πρὸς ἀλλήλους. [4] αὕτη ἐστὶν ἡ Ἰουδαίων καὶ Σύρων καὶ Αἰγυπτίων καὶ Ῥωμαίων μάχη, οὐ περὶ τοῦ ὅτι τὸ ὅσιον πάντων προτιμητέον καὶ ἐν παντὶ μεταδιωκτέον, ἀλλὰ πότερόν ἐστιν ὅσιον τοῦτο τὸ χοιρείου φαγεῖν ἢ ἀνόσιον. [5] ταύτην τὴν μάχην εὑρήσετε καὶ Ἀγαμέμνονος καὶ Ἀχιλλέως. κάλει γὰρ αὐτοὺς εἰς τὸ μέσον. τί λέγεις σύ, ὦ Ἀγάμεμνον; οὐ δεῖ γενέσθαι τὰ δέοντα καὶ τὰ καλῶς ἔχοντα; [6] "δεῖ μὲν οὖν." σὺ δὲ τί λέγεις, ὦ Ἀχιλλεῦ; οὐκ ἀρέσκει σοι γίνεσθαι τὰ καλῶς ἔχοντα; "ἐμοὶ μὲν οὖν πάντων μάλιστα ἀρέσκει." ἐφαρμόσατε οὖν τὰς προλήψεις. ἐντεῦθεν ἡ ἀρχὴ μάχης. [7] ὁ μὲν λέγει "οὐ χρὴ ἀποδιδόναι με τὴν Χρυσηίδα τῷ πατρί", ὁ δὲ λέγει "δεῖ μὲν οὖν". πάντως ὁ ἕτερος αὐτῶν κακῶς ἐφαρμόζει τὴν πρόληψιν τοῦ δέοντος. [8] πάλιν ὁ μὲν λέγει "οὐκοῦν, εἴ με δεῖ ἀποδοῦναι τὴν Χρυσηίδα, δεῖ με λαβεῖν ὑμῶν τινος τὸ γέρας", ὁ δέ "τὴν ἐμὴν οὖν λάβῃς ἐρωμένην;". "τὴν σήν" φησίν. "ἐγὼ οὖν μόνος — " "ἀλλ’ ἐγὼ

Use the ← → keys to move between chapters.

22 Περὶ τῶν προλήψεων · Discourses, Book I — Epictetus · The Conscious Library