Skip to content
The ConsciousLibrary

Chapter 12 of 13

Μένιππος

99 Μένιππος, καὶ οὗτος κυνικός, τὸ ἀνέκαθεν ἦν Φοῖνιξ, δοῦλος, ὥς φησιν Ἀχαϊκὸς ἐν Ἠθικοῖς. Διοκλῆς δὲ καὶ τὸν δεσπότην αὐτοῦ Ποντικὸν εἶναι καὶ Βάτωνα καλεῖσθαι. ἀτηρότερον δ' αἰτῶν ὑπὸ φιλαργυρίας ἴσχυσε Θηβαῖος γενέσθαι.

Φέρει μὲν οὖν σπουδαῖον οὐδέν· τὰ δὲ βιβλία αὐτοῦ πολλοῦ καταγέλωτος γέμει καί τι ἴσον τοῖς Μελεάγρου τοῦ κατ' αὐτὸν γενομένου.

Φησὶ δ' Ἕρμιππος ἡμεροδανειστὴν αὐτὸν γεγονέναι καὶ καλεῖσθαι· καὶ γὰρ ναυτικῷ τόκῳ δανείζειν καὶ ἐξενεχυριάζειν, ὥστε πάμπλειστα χρήματα ἀθροίζειν· 100 τέλος δ' ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπ' ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. καὶ ἡμεῖς ἐπαίξαμεν εἰς αὐτόν·

Φοίνικα τὸ γένος, ἀλλὰ Κρητικὸν κύνα,

ἡμεροδανειστήν - τοῦτο γὰρ ἐπεκλῄζετο -

οἶσθα Μένιππον ἴσως.

Θήβησιν οὗτος ὡς διωρύγη ποτὲ

καὶ πάντ' ἀπέβαλεν οὐδ' ἐνόει φύσιν κυνός,

αὑτὸν ἀνεκρέμασεν.

Ἔνιοι δὲ τὰ βιβλί' αὐτοῦ οὐκ αὐτοῦ εἶναι, ἀλλὰ Διονυσίου καὶ Ζωπύρου τῶν Κολοφωνίων, οἳ τοῦ παίζειν ἕνεκα συγγράφοντες ἐδίδοσαν αὐτῷ ὡς εὖ δυναμένῳ διαθέσθαι.

101 Γεγόνασι δὲ Μένιπποι ἕξ· πρῶτος ὁ γράψας τὰ περὶ Λυδῶν καὶ Ξάνθον ἐπιτεμόμενος, δεύτερος αὐτὸς οὗτος, τρίτος Στρατονικεὺς σοφιστής, Κὰρ τὸ ἀνέκαθεν· τέταρτος ἀνδριαντοποιός, πέμπτος καὶ ἕκτος ζωγράφοι· μέμνηται δ' ἀμφοτέρων Ἀπολλόδωρος.

Τὰ δ' οὖν τοῦ κυνικοῦ βιβλία ἐστὶ δεκατρία,

Νέκυια,

Διαθῆκαι,

Ἐπιστολαὶ κεκομψευμέναι ἀπὸ τῶν θεῶν προσώπου,

Πρὸς τοὺς φυσικοὺς καὶ μαθηματικοὺς καὶ γραμματικοὺς καὶ

Γονὰς Ἐπικούρου καὶ

Τὰς θρησκευομένας ὑπ' αὐτῶν εἰκάδας.

καὶ ἄλλα.

Use the ← → keys to move between chapters.

Μένιππος · Life of Diogenes (Diogenes Laertius, Book VI) — Diogenes of Sinope · The Conscious Library