Chapter 48 of 208
Spurious Fragments.
131. πάντα ψυχῶν εἶναι καὶ δαιμόνων πλήρη.
132. τήν τε οἴησιν ἱερὰν νόσον ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι.
133. ἐγκαλυπτέος ἕκαστος ὁ ματαίως ἐν δόξῃ γενόμενος.
[56]
134. οἴησις προκοπῆς ἐγκοπὴ προκοπῆς.
135. τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς πεπαιδευμένοις.
136. ἡ εὔκαιρος χάρις λιμῷ καθάπερ τροφὴ ἁρμόττουσα τὴν τῆς ψυχῆς ἔνδειαν ἰᾶται.
137. συντομωτάτην ὁδὸν ὁ αὐτὸς ἔλεγεν εἰς εὐδοξίαν τὸ γενέσθαι ἀγαθόν.
Use the ← → keys to move between chapters.